Letter of [legatus pro] praetore [Publius] Afranius
Flavianus approving benefaction of Gaius Vibius Salutaris; AD
104; found at Ephesos: Wood, App. 6, no. 1, col. 6, ll. 1-40;
GIBM 481, 481*; FiE II no. 27D; Oliver, Sacred Gerousia 3, ll.
370-413; *IEph 27D (PH).
[ ]
IEph 27D
370 | ἐπ[ὶ] πρυτάνεως̣ Τ[ιβ(ερίου) Κλ(αυδίου) Ἀντι]πάτ[ρου] |
Ἰουλιανοῦ, μηνὸς [Ποσειδεῶνος.] | |
Ἀφράνιος Φλαουιανός, [πρεσβευτὴς καὶ ἀντι]στρά[τη]- | |
γος, Ἐφεσίων ἄρχ[ουσι, βουλῇ, δήμῳ χα]ίρειν̣. | |
Οὐείβιος Σαλουτάρ̣[ιος, ὁ] φίλτα[τος ἡμεῖν, εὐγενέσ]τατος̣ | |
375 | [μ]ὲν ἐκ τοῦ ἀξιώμ̣[ατος αὐτο]ῦ ὑπάρχ[ων, προσέτι δὲ κ]αὶ τοῦ ἀρίσ- |
[το]υ̣ ἤθου[ς ὤν, ὅτι ἐξ ἧς πρ]ὸς ἡμᾶς ἔχ̣[ει διαθέσε]ος, τῶν οἰκιο- | |
[τ]ά[των καὶ ἀν]ανκ̣α[ι]ο̣[τάτ]ων ἡμεῖν διεφ[άνη φί]λος, ἐν πολλοῖς | |
[ἐ]γ[νωρίσθη,] εἰ καὶ τοὺ[ς] πλείστους ἐλάν̣[θανε]ν, ὡς ἔχει πρὸς | |
[ὑ]μ[ᾶς εὐνοία]ς τε καὶ π̣ροαιρέσε̣ος. νῦν [δὲ ἤδ]η τὴν ἑαυτοῦ | |
380 | [δι]απ̣[ρεπῆ φ]ιλοσ̣[τ]ο̣ργίαν, ἣν ἐξ ἀρχῆ[ς πρὸ]ς̣ τὴν πόλιν ἔχει, |
φαν[ερὰν πᾶσι] πεπο[ιη]μένου, οἰκεῖον [ἅμα καὶ] πρέπον τῷ | |
τε β[ίῳ τῷ ἑαυτ]οῦ κ[αὶ] τῷ ἤθει ν[ομίζοντος τὸ] κοσμεῖ̣[ν] | |
καὶ σ[εμνύνειν καὶ τὰ ἁγ]νὰ κ̣[αὶ] τ̣ὰ κοινὰ τ[ῆς μεγίστης] καὶ | |
ἐπισ[ημοτάτης ὑμῶν πόλεως, εἴ]ς τε τειμὴν καὶ εὐσέβ̣[ειαν τῆ]ς̣ ἐπι- | |
385 | φανεσ[τάτης θεᾶς] Ἀρτέμιδος καὶ τοῦ οἴκου τῶν αὐτοκρατό- |
ρ[ω]ν δ[ωρεαῖς καὶ χρη]μάτων ἀφιερώσει τὰ̣ νῦν φιλοτειμου- | |
μένου, [συνήδομ]αι ὑμεῖν τε καὶ περὶ τἀνδρὸς [ἐμοί τ’ ἐ]<ξ> ἴσων | |
περὶ ὑμ[ῶν εἰς τὸ] ἀ[ντ]ιμηνῦσαι μαρτυρῆσαί τε [καὶ εὐ]φημίᾳ τῇ | |
π[ρ]οσηκ[ούσῃ] αὐτὸν [ὑ]π̣ὲρ ὑμῶν ἀμείψασθαι· ὅ[περ] α̣ὐτῷ καὶ πα- | |
390 | ρ’ [ὑ]μῶ[ν ὀφε]ί̣λεσθαι ν̣ομίζω πρὸς τὸ καὶ πλε[ίου]ς εἶναι τοὺς |
ὁ[μ]οίως π[ροθ]υμουμ[έ]νους, εἰ οὗτος φαίνοι[το τ]ῆς κατὰ τὴν | |
ἀξίαν ἀμοιβῆς τ̣υνχάν[ων.] εἴη δ’ ἂν κἀμοὶ ἐν τοῖς μάλιστα | |
κ̣εχαρισμένον καὶ ἥδιστον, εἰ, ὃν ἐξαιρέτως τῶν φίλων | |
τειμῶ καὶ στέργω, παρ’ ὑμεῖν ὁρῴην μαρτυρίας καὶ τειμῆς | |
395 | ἀξιούμενον. περὶ μέντοι γε̣ τ̣ῆς τῶν χρημ̣[ά]τ̣ω̣ν διατά]- |
ξεως καὶ τῶν ἀπεικονισμάτων τῆς θεοῦ καὶ τῶν εἰκόνων, | |
ὅπως αὐτοῖς δεήσει χρῆσ<θ>αι καὶ εἰς τὴν τίν̣α οἰκονομίαν | |
ἄνδρα τετάχθαι, αὐτόν τε τὸν ἀνατιθέν̣[τα] εἰση<γ>ήσασθαι | |
νομίζω εὔλογον εἶναι καὶ ὑμᾶς οὕτ[ω] ψηφίσασθαι. ἐπεὶ | |
400 | ἂν δὲ ὑπό τε αὐτοῦ τοῦ καθιεροῦντος καὶ ὑμῶν αὐτῶν κυρω- |
θῇ τὰ δόξαντα, βούλομαι ταῦτα εἰσαεὶ μένειν ἐπὶ τῶν αὐτῶν | |
ἀπαραλλάκτως ὑπὸ μηδενὸς μηδεμιᾷ{ν} <π>αρενχειρήσει λυ- | |
όμενα ἢ μετατιθέμενα. εἰ δέ τις πειραθείη ὁπωσοῦν ἢ συν- | |
βουλεῦσαί τι τοιοῦτον ἢ εἰσηγήσασθαι π̣ερὶ τῆς μεταθέ<σε>- | |
405 | ως καὶ μεταδιοικήσεως τῶν νῦν ὑπὸ τε αὐτοῦ καὶ ὑφ’ ὑ- |
μῶν κυρωθησομένων, τοῦτον ἀνυπερθέτως βούλομαι | |
ε[ἰ]ς μὲν τὸ τῆς μεγίστης θεᾶς Ἀρτέμιδος ἱερὸν καταθέσ- | |
θαι προστείμου δη(νάρια) πεντακισ[χί]λια, εἰς δὲ τὸν τοῦ | |
[κυρίου Καίσαρος φίσκον —] | |
410 | γερ[ουσία— ἄλλα δη(νάρια) δισμύρια πεντακ]ι̣σχίλια, |
καθ[ὼς Ἀκουίλλιος Πρόκλος, ὁ λαμπρότατος ἀν]θ̣ύπατος, | |
καὶ π̣[ρότερον δι’ ἧς ἀντέγραψεν πρὸς ὑμᾶς ἐ]π̣ιστολῆς | |
ἐπ[εκύρωσεν καὶ ὥρισεν τὸ πρόστειμον. ἔ]ρρωσθε. |