Decree of boule and demos of Ephesos concerning
celebration of birthday of Antoninus Pius; AD 138; found at
Ephesos: Mommsen, JÖAI 3, 1900, 1-3 (PH, part) (=Ges. Schr. 5,
532-539); Cagnat & Besnier, RA 37, 1900, 351-352; OGIS 493I; FiE
II no. 19I; Hüttl 351-352; SEG 15, 695; *IEph 21I.
[ ]
IEph 21I
1 | [ἔδ]οξεν τῶν πρώ[των] |
τῆς Ἀσίας καὶ δὶ[ς] | |
νεωκόρων καὶ φι[λοσε]- | |
βάστων Ἐφεσίων τῆ[ι] | |
5 | βουλῆι καὶ τῷ δήμῳ· |
περὶ ὧν ἐνεφάνισ[εν] | |
Λούκιος Κερρείνιος, [Λου]- | |
κίου υἱός, Οὐλτινία, Π[αῖτος] | |
φιλοσέβαστος, ἀποδε[δει]- | |
10 | γμένος γραμματεὺ[ς τοῦ] |
δήμου, παρόντων τ[οῦ] | |
γραμματέως τοῦ δή[μου] | |
Ποπλίου Καρσιδίου Ἐπιφ[ανοῦς] | |
φιλοσεβάστου καὶ τῶν στρ[ατηγῶν] | |
15 | τῆς πόλεως φιλοσεβάστ[ων·] |
ἐπειδὴ κατὰ τὰς κοινὰς τῆς οἰ[κουμένης] | |
εὐχὰς ὁ θειότατος καὶ εὐσε[βέστατος] | |
αὐτοκράτωρ Τίτος Αἴλιος Ἀντ[ωνεῖνος] | |
τὴν παρὰ τοῦ θεοῦ πατρὸς πα[ραδοθεῖσαν] | |
20 | αὐτῷ βασιλείαν παραλαβὼν π[ᾶν μὲν τὸ τῶν] |
ἀνθρώπων ἀνασώζει γένος, ἐξ[αιρέτως δὲ τὴν] | |
ἡμετέραν πόλιν εἰς ἐπίδοσι[ν τοῦ ἀξιώματος] | |
ἀγείωχεν, γενόμενος ἡμεῖ[ν, καθ’ ὃν τῆς Ἀσίας] | |
ἡγεμόνευεν χρόνον, πολλῶ[ν καὶ μεγίστων] | |
25 | ἀγαθῶν αἴτιος, δεδόχθαι κ[ατ’ ἔτος ἕκαστον] |
ἑορτάζειν τὴν γενέθλιον αὐ[τοῦ καὶ πᾶσιν] | |
ἀνθρώποις αἰτίαν ἀγαθῶν ἡμέ[ραν· τὸν δὲ ἑκάσ]- | |
τοτε ἀποδεδειγμένον γρα[μματέα τοῦ δήμου] | |
διανέμειν τοῖς πολείταις [πᾶσιν εἰς πέντε] | |
30 | ἡμέρας ἐκ τῶν δημοσίων τ[ῶν εἰς τὰς θυσίας καθ’] |
ἑκάστην ἑκάστῳ δηνάριο[ν ἓν καὶ θέας ἐπὶ] | |
πέντε ἄγειν ἡμέρας· καὶ [ταῦτα μὲν εἰσαεὶ] | |
καὶ πάντα γείνεσθαι κατ[ὰ τὰ] ν[ῦν εἰσηγηθέντα] | |
ὑπὸ Κερρεινίου Παίτου το[ῦ γ]ραμματέως, τὸ [δὲ] | |
35 | ψήφισμα ἐν στήλλαις [․ʹ ἀν]αγεγράφθαι κα[ὶ] |
εἰς ἅπαντα εἶναι τ[ὸν χρ]όνον κύριον, | |
ὅπως ἂν ὁ τῆς πό[λεω]ς τρόπος δῆλος ᾖ | |
καὶ τοῖς νῦν καὶ τοῖς ὕστ[ερον] ἐσομένοις καὶ ὅτι, | |
καθ’ ὅσον ἀνθρώποις δυ[να]τόν ἐστιν τὰς | |
40 | παρὰ τῶν θεῶν εὐεργε[σία]ς ἀμείβεσθαι, δια- |
τελοῦμεν προθύμω[ς ἀ]μειβόμενοι. |