Honorary decree of boule and demos of Ephesos for Athenodoros Semonos of (no name); Hellenistic?; found at Ephesos: Keil & Maresch, JÖAI 45, 1960, 78, no. 51, ll. 4-6; Robert, RPh 93, 1967, 14-32; *IEph 1415.  
[ ] IEph 1415
4 [ἔδοξ]εν τῆι βουλῆι καὶ τῶι δήμωι· Νεῦμος Ἀνδρονίκου [εἶ]-
5 [πεν· ἐπε]ιδὴ Ἀθηνόδωρος Σήμονος ἰσοτελὴς ὢγ καὶ κ̣α̣τοι-
[κῶν] ἐν Ἐφέσωι νενίκηκεν τὰ Νέμεα παῖδας πύκτην
[καὶ ἀνα]γγελεὶς Ἐφέσιος ἐστεφάνωκε τὴν πόλιν,
[ἔδοξε]ν τῆι βουλῇ καὶ τῶι δήμωι· εἶναι Ἀθηνόδωρον
[Σήμον]ος Ἐφέσιογ καθάπερ ἀνήγγελται ἐν τῶι ἀγῶνι,
10 [καὶ ὑπά]ρχειν Ἀθηνοδώρωι τὰς τιμὰς τὰς τεταγμέ-
νας ἐν τῶι νόμωι τῶι νικῶντι παῖδας τῶι σώματι
[Ν]έμεα, καὶ ἀναγγεῖλαι αὐτὸν ἐν τῆι ἀγορᾶι καθ[ά]-
περ οἱ ἄλλοι νικῶντες ἀναγγέλλονται· τὸν δὲ οἰ[κονό]-
μον ἀποδοῦναι Ἀθηνοδώρωι τὸ ἐκ τοῦ νόμου τετ[α]-
15 [γμ]ένον ἀργύριον εἰς τὸν στέφανον· ἐπικληρῶσ[αι δὲ]
αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· ἔλαχε φυλὴ[γ]
[Κα]ρηναῖος, χιλιαστὺγ Χηλώνεος.
Search Help
Contact Us