[ ]
Phokis — Delphi — 178 BC — SEG 25.570; SGDI 2536 — Sokolowski — LS 1969.161,79
1 | ἄρχοντος ἐν Δελφοῖς Πραξία, Πυθίοις· ἔδοξε |
τοῖς ἱερομνημόνοις· Δελφῶν Ξενοκράτει | |
Πραόχου, Μελισσίωνι Εὐαγγέλου· Θεσσαλῶν Ἱπ- | |
πολόχωι Ἀλεξίππου, Πολυξένωι Θρασίππου | |
5 | Λαρισαίοις· παρὰ βασιλέως Περσέως Ἁρπάλωι |
Πολεμαίου βεροιαίωι, Σιμωνίδῃ Ἀπολλωνίδου | |
Βεροιαίωι· Βοιωτῶν Ὀφελήμωι Ὀφελήμου Θηβαίου(!), | |
Ἑρμίᾳ Ζωΐλου Ὠρωπίωι· Ἀχαιῶν Φθιωτῶν Ξε- | |
νοφάει Ἄγιδος Λαρισαίωι, Κρατησιμάχωι Κλεάνδρου | |
10 | Θηβαίωι· Μαγνήτων Χαρικλεῖ Νίκωνος, Γενθίωι Φρασι- |
σθένους Δημητριεῦσιν· Δολόπων Συάγρωι Δατυιάδου· | |
Αἰνιάνων Λοχάγῳ Ἁγήτα Καλλιπολίτῃ, Νικίαι Ἀλεξάν- | |
δρου Καλυδωνίωι· Ἡρακλεωτῶν Φαινέαι Νικέα Σωσθενεῖ· Μα- | |
λιέων Διοδώρωι Κριτοβούλου Λαμιεῖ· Εὐβοέων Ἀπολλοφάνει | |
15 | Διονυσίου Χαλκιδεῖ· Ἀθηναίων Ἑρμαγόραι Λυσιστράτου· Λο- |
κρῶν ἑκατέρων Προάνδρωι Προάνδρου Φόλαι, Νικάνδρωι Βίτ- | |
του Τριχονεῖ· Δωριέων τῶν ἐν μητροπόλει Ἀναξάνδρωι Τε- | |
λεσάρχου Ἀπειρικῶι· Περραιβῶν Ἀπολλοδώρωι Ἀσκληπιο- | |
δώρου Φαλανναίωι· vv τᾶς ἱερᾶς χώρας ὑπάρχειν τόπον | |
20 | ταῖς ἱεραῖς βόοις καὶ ἵπποις καταλελειμμένον· ἀπὸ τᾶς ὁ- |
δοῦ τᾶς ἐπὶ τὸ Ἄστυρον ἀγούσας, ἇι ἁ ὁδὸς ἄγει ἐπὶ τὸν Παι- | |
παλίδαν καὶ ἐν τὸ Λακωνικόν· ἀπὸ τοῦ Λακωνικοῦ ἐν σκαι- | |
ὰν ἐν τὰν νάπαν τὰν ἐν Ἱεραπέτειαν [κατ’ ὀρθόν], ὡ̣ς ἁ ὁδὸς ἄ- | |
γει ἁ ἐξ ἱπποδρόμου ἁ ξενὶς ἁ ἐπὶ τὸ Λ[ακωνικόν, — — —]κ̣α {²⁷ἁ νο]μ̣α?}²⁷ | |
25 | ταῖς ἱεραῖς βόοις καὶ ἵπποις ἔστω ποτ[ὶ νομὰν· μὴ ἐξέστω] |
ποτάγειν τὰ ἰδιωτικὰ θρέμματα [ἐνταῦθα μηδὲ ἐν τὰν κράναν] | |
τὰν ποτὶ τᾶι Κεραμείαι οὖσαν τό [τε φρέαρ τὸ πρὸ τοῦ] | |
Ἑλλανίκου ἡρώιου· εἰ δέ τις ἐπινέμ̣[ει ἐν τούτωι τῶι] | |
τόπωι, ἐξουσίαν ε[ἶμεν συλῆν τὰ ἔτελα καὶ] | |
30 | τέλ̣ει̣α [θρέμματα τῶι] |
θέλοντι· ἀναγρά- | |
ψαι δὲ τὸ δόγμα τοὺς | |
ἄρχοντας τῶν Δελφῶν | |
ἐν τῶι ἱερῶι. |