[ ] Phokis — Delphi — 230-200 BC — SGDI 2645
1 ἔδοξε τᾶι πόλει τῶν Δελφῶν σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παραγενόμενος
εἰς τὰν πόλιν ἁμῶν Ματροφάνης Μενεκράτεος θεόπροπος καὶ πρεσβευτὰς
παρὰ τοῦ δήμου τοῦ Σαρδιανῶν τά τε {τά τε} ὑπάρχοντα Δελφοῖς φιλάνθρωπα
ἐκ παλαιῶν χρόνων ποτὶ Σαρδιανοὺς ἀνανεοῦται καὶ ἐνφανίζει, ἃν ἔχοντι
5 εὔνοιαν πάντες ποτὶ τὰν πόλιν ἁμετέραν,
ἀγαθᾶι [τ]ύχαι, δεδόχθαι ἐπαινέσαι τὸν δῆμον τὸν Σαρδιανῶν ἐπὶ τᾶι εὐνοίαι,
ἃν ἔχει ποτὶ Δελφούς, καὶ ὑπάρχειν αὐτοῖς τὰν δεδομέναν ἐ[ξ] ἀρχᾶς παρὰ τᾶς
πόλιος τᾶς Δελφῶν προμαντείαν καὶ ἀτέλειαν καὶ προεδρίαν καὶ τἆλλα [ὅσα]
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. εἶμεν δὲ καὶ τὰν πόλιν τῶν Δε[λφῶν]
10 πρόξενον τᾶς πόλιος τᾶς Σαρδιανῶν, καὶ ἐπειδὴ ἀξιοῖ Ματροφάνης ἀποδέ[ξασθαι]
τὸν προθύσοντα διὰ τὸ μὴ ὑπάρχειν πρόξενον Σαρδιανοῖς, οὐ δυνατ<ῶν> ὄντων [αὐ]-
τῶν πλείονος χρόνου παραγενέσται εἰς τὸ μαντεῖον διὰ τὰς αἰτίας [— — —],
[ἃ]ς ἀπελογίσατο Ματροφάνης, προθύειν αὐτῶι τὰν πόλιν.
Search Help
Contact Us