[ ] Phokis — Delphi — 274/3 BC — SGDI 2582
1 θεοί.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Εὐγείτων
Τύχωνος Ταναγραῖος ἱερομναμονήσας εὐεργέ-
τας ἐγένετο τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τὰ δίκαια πράσ-
5 σων, δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις προξενίαν,
προμαντείαν, ἀσυλίαν, ἐπιτιμὰν καθάπερ Δελφοῖς,
προεδρίαν ἐμ πάντεσσι τοῖς ἀγώνεσσι οὓς ἁ πό-
λις ἄγει καὶ τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις
εὐεργέταις καὶ προξένοις. ἄρχοντος Ἡρακλεί-
10 δα, βουλευόντων Στράτωνος, Κλευφάνευς,
Ἀθάμβου, Αἰνησίλα.
Search Help
Contact Us