[ ] Phokis — Delphi — ca. 292 BC
— — —
1 — — —c.20— — —ν̣ τῶι κοινῶ[ι ἑτοιμάσ]αι τοὺς ὁπλ[ί]-
[τας γεγραμμένου]ς· στήλας δὲ στῆσαι ἀναγράψαντας
[τήν τε συμμαχ]ίαν καὶ τὸν ὅρκον ἐμ μὲν Αἰτωλίαι ἐν Θέρμωι
[καὶ ἐν — —c.9— —]#⁷ίαι καὶ ἐλ Λοφρίωι, ἐν δὲ Βοιωτοῖς ἐν τῶι ἱερῶι
5 [τοῦ Ποσει]δ̣[ῶ]ν̣ος̣ ἐ̣ν̣ Ὀγχηστῶι καὶ ἐν Ἀλαλκομενείωι καὶ ἐγ Κο-
[ρωνείαι] ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, καὶ κοινὴν ἐν Δελφοῖς. ὀμό-
[σαι δ]ὲ τὸν ὅρκον ἑκατέρους τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Πο-
[σειδ]ῶ, Ἄρη, Ἀθηνᾶν Ἀρείαν, θ[εο]ὺς πάντας καὶ πάσας· συμμα-
[χήσ]ω κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς γεγενημένας
10 [Βοιωτ]ο̣ῖς καὶ Αἰτωλοῖς καὶ Φωκεῦσιν τοῖς μετ’ Αἰτωλῶν ἀδόλως
[οὐδὲ] ἐνκαταλείψω οὔτε πολέμου ὄντος οὔτε εἰρήνης,
[ἀλλὰ βο]ηθήσω παντὶ σθένει καθότι ἂν παρακαλῶσι· εἰ μὲν εὐ-
[ορκέω] πολλά μοι κἀγαθὰ εἴησαν, εἰ δ’ ἐφιορκοίην ἐξώλης εἴην
[αὐτὸς καὶ τὸ] γένος. εἰ δέ τις ὅπλα ἐπιφέροι ἐπὶ Βοιωτοὺς ἐπὶ πο-
15 [λέμωι ἢ ἐπ’] Αἰτωλούς, βοηθεῖν ἀλλήλοις παντὶ σθένει.
[ἐπὶ μὲν ἄρχον]τος Βοιωτοῖς Ἠσχύ[λου —c.7—]ρ̣ο[— —]
[— —c.10— —ο]υ Θεσπιέος
— — —ατανα— — —
Search Help
Contact Us