[ ] Phokis — Delphi — 325-300 BC
1 [θ]εοί.
Δελφοὶ ἔδωκαν Ἀριστίωνι Πολυφράστου Ὀρχομενίωι
αὐτῶι καὶ ἐγγόνοις προξενίαν, προμαντείαν, προεδρίαν,
ἀσυλίαν, προδικίαν καὶ ἀτέλειαν πάντων καὶ τὰ ἄλλα ὅσσα
5 καὶ τοῖς ἄλλοις προξένοις· ἄρχοντος Διοκλέος, βουλευόντων
Χαριξένου, Δάμωνος, Ὀρέστα.
Search Help
Contact Us