[ ]
Phokis — Delphi — 186/85 BC
1 | ἄρχοντος Νικοβούλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέ- |
δοτο Πρόξενος Τιμασίου Φαλικαῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Βοΐσκα καὶ τὸν υἱὸν αὐτᾶς Λυ- | |
κίσκον, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευσαν Βοΐσ- | |
5 | κα καὶ Λυκίσκος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν |
καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον, ποέον- | |
τας ὅ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Κλεόδα- | |
μος Εὐθυμάχου Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, | |
Ἄθαμβος, τῶν δὲ ἀρχόντων Εὐκλείδας, ἰδιῶται Ἀρχέ- | |
10 | λαος Πραόχου, Δαμοχάρης, Νικάνωρ Δελφοί, |
Μνασίλαος, Ἀρίσταρχος Ἀμφισσεῖς. |