[ ]
Phokis — Delphi — 193/192 BC
1 | στραταγέοντος Δαμοκρίτου Καλυδω- |
νίου τὸ δεύτερον μηνὸς Δείου, ἐν [Δ]ελ- | |
φοῖς δὲ ἄρχοντος Ἐκεφύλου μηνὸς | |
Ποιτροπίου, ἀπέδοτο Σωτίων Σιμ- | |
5 | άκου Δαυλιεὺς τοῖ Ἀπόλ<λ>ωνι τῶι Πυ- |
θίωι σῶμα γυναικέον ἇι ὄνομα Ἀρίστεια, | |
τιμᾶς ἀργυρίου μνᾶν τεσ<σ>άρων, καθὼς | |
αὐτὰ ἐπίστευσε Ἀρίστεια τὰν ὠνὰν τῶι Ἀπ- | |
όλλωνι. παραμ<ε>ινάτω δὲ Ἀρίστεια παρὰ Σωτίω- | |
10 | να ἄχρι κα ζῆ Σωτίων ποιοῦσα <τ>ὸ ποτιτασ<σ>όμε- |
νον τὸ δυνατόν. εἰ δέ κα μ<ὴ> πειθαρχῆ Ἀρίστεια, | |
ἐξουσία ἔστω Σωτίωνι ἐπιτιμῆν {ΤΙ} (τρόποι οἷ κα θέλη). βεβαιωτῆ- | |
ρες κατὰ τὸν νόμον· Μνάσων, Ἀγέστρατος, Δαμόνι- | |
κος Δαυλιεῖς. βέβαιον δὲ παρεχόντω οἱ βεβαιωτῆ- | |
15 | ρες τὰν ὠνὰν τοῖ Ἀπόλ<λ>ωνι. ἐπεὶ δέ κα Σωτίων |
τι πάθη, ἐλευθέρα ἔστω Ἀρίστεια. εἰ δέ τίς κα ἐ- | |
φάπτηται Ἀριστείας, ἐξουσίαν ἐχέτω ὁ παρα- | |
τυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζάμ[ι]- | |
ος καὶ ἀνυπόδ[ι]κος ἐὼν πάσας δίκας. μάρτυροι· | |
20 | οἱ <ἱ>ερ<ε>ῖς τοῦ Ἀπόλ<λ>ωνος Ξένων, Ἄθαμβος· Δίων, |
Χαρίξενος, Ἀρχέλας, Εὐάνγελος Δελφοί, Αἰσχρί- | |
ων, Πύστακος, Ἀγέλαος, Εὔξενος, Σωσύλος, | |
Ἱπποκλῆς Δαυλιεῖς καὶ οἱ ἄρχοντες Δελφῶν | |
Φιλαίτωλος, Ξένων, Ἀστύοχος. |