[ ]
Phokis — Delphi — 174 BC
1 | στραταγέοντος Ἀρχεδάμου Φόλα τὸ τέταρτον |
μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ Ἀρχελάου τοῦ Δαμο- | |
σθένεος μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Λύκος | |
Ἀρίστωνος Ἑρμάττιος σῶμα γυναικεῖον ἇι ὄνομα Λυ- | |
5 | κίσκα καὶ ἄ<λ>λο ἀνδρεῖον ὧι ὄνομα Καλλίμαχος |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν | |
ὀκτώ, καθὼς ἐπίστευσαν Λυκίσκα καὶ Καλλίμαχος | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι ἐ͂ιμεν καὶ ἀνέ- | |
φαπτοι ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα | |
10 | θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιω- |
τῆρες κατὰ τὸν νόμον· Θευδωρίδας Ἀνδρομένε- | |
ος, Ἀρισταγόρας Εὐθυδάμου Δελφοί, Νικόλαος {Εὐ}- | |
Εὐβούλου Καλλιπολίτας. παραμεινάντω δὲ Λυκί- | |
σκα καὶ Καλλίμαχος παρὰ Λύκον ἔτη πέντε ποιέ- | |
15 | [ο]ντες τὸ ποτιτα[σ]σόμενον πᾶν τὸ δυνατόν. |
ἄρχει τοῦ χρόνου μὴ[ν] Ἀγύειος ὁ ἐπὶ Ἀρχεδάμου στρα- | |
ταγοῦ, ὡς δὲ Δελφοὶ ἄγοντι, μὴν Ἡράκλειος ὁ ἐπὶ Ἀρχε- | |
λάου. ἐπεὶ δέ κα διεξέλθη ὁ χρόνος, ἀποτρεχόντω ἐλεύ- | |
θεροι Λυκίσκα καὶ Καλλίμαχος. εἰ δέ τίς κα ἅπτηται Λυ- | |
20 | κίσκας ἢ Καλλιμάχου, βέβαιον παρεχόντω τῶι θεῶι |
τὰν ὠνὰν ὅ τε ἀποδόμενος Λύκος καὶ οἱ βεβαιωτῆρες. | |
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
λέοντες ὡς ἐλευθέρους ὄντας ἐπὶ τὸν θεὸν ἀζάμιο[ι] | |
ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· | |
25 | τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας καὶ τῶν |
ἀρχόντων Ἀρχέλαος, ἰδιῶται Δαμένης, Ξένων Γλαύκου, | |
Εὐκλείδας Καλλείδα, Ἐπιχάρης, Γλαῦκος Ξέν<ων>ος, Καλλίε- | |
ρος. τὰν ὠνὰν φυλάσσοντι Γλαῦκος Ξένωνος, | |
Καλλίερος ὁ νεωκόρος. |