[ ] Phokis — Delphi — undated
1 θεός· τύχα ἀγαθά· ἁ πόλις τῶν Δελφῶν ἀνε̣νέωσε τὰν
προξενίαν καὶ τὰν θεαροδοκίαν τὰν πάτριον
Λυσῆνι Εὐάκευς, Λυσῆνι Χλεμύτα, Χλεμύται Ἀ̣[λ]υ̣πήτου
Κορκυραίοις, καὶ ἔδωκαν αὐτοῖς καὶ ἐκγόνοι[ς] προξενίαν,
5 προμαντείαν, προεδρίαν, ἀτέλειαν πάντων, προδικίαν
ποτὶ Δελφοὺς καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ θεαροδόκοις· ἄρχοντος Ἴσωνος, βουλευόντων
Δαμοχάρεος, Δαμοτίμου, Ἀστυκράτεος, Δαμέα, Ἀδειμάντου.
Search Help
Contact Us