[ ] Phokis — Delphi — ca. 284-281 BC — SIG(3) 361C
1 ὧδε χρὴ Φοῖβον παρὰ Πύθιον αἰὲν ἀλαθ[ῶς]
  αὐχεῖν ὡς ὅδ’ ἀνὴρ Ἑλλάδος ὤνατἀρ[ᾶν]·
δὶς μὲν γὰρ σφετέρας ἀπὸ δ[έσμ]ια δ[ειν] τυράννων
  λῦσαί φατι, καμὼν ἄλκι[μα ἔργα, πάτρ]ας,
5 ἁνίκα δῖα Ἐλάτεια κατείχε[το], τὸν [μὲν ἐν] ἀρχ[ᾶι],
  τὸν δὲ μέσαι τελέ[σ]ας μόχ[θο]ν ἐν ἁ[λικίαι].
οὗτος καὶ βασιλῇα Μακη[δονίας] φρεσ[ὶ πεί]σας
  τὰν ἄδολον κείναν ὥρμ[ισεν εἰς] φιλίαν
[Λ]υσ[ίμα]χομ, χρυσὸν δὲ τὸν ἄ[στ]εα καὶ τὰ παλαιὰ
10   ἄγαγε[ν Ὀρ]νυτιδᾶν ῥυσά[μ]ε[ν]ον δάπεδα.
τοὔνεκα καὶ Φωκεῖς δεκάκις, ξένε, ταγὸν ἕ[λ]οντ[ο]
  τόν γε μετ’ εὐλο[γίας] πάντες ἐπευ[χόμεν]οι.
ἀλλ[ά νύ τις Ξ][νθ]ι[ππ]ον ἰδὼ[ν] Ἀμφ[αρέ]του υἱὸν
  φάσθω· ἰδ[έ, ὡς] μεγάλαι τοῖς ἀγαθοῖς [χ]άριτες.
Search Help
Contact Us