[ ] Phokis — Delphi — undated — SGDI 2684
1 ἄρχοντος Ἡρακλείδα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Πολυτ[ιμίδα]
[τ]οῦ Μελισσίωνος, Φίλωνο[ς] τοῦ Ἰατάδα, γραμματεύοντος δὲ τᾶς βουλᾶ[ς]
[Ἐχεφ]ύλου τοῦ Πολυκλείτο[υ· Δ]ελφοὶ {ε} ἔδωκαν Ἀντιλέωνι Ἀντιλέωνος
{․․․} Ἀρσινοεῖ αὐτῶι καὶ ἐκ[γόνο]ις προξενίαν, προμαντείαν, προδικία[ν],
5 [ἀσυ]λίαν, ἀτέλειαν, προεδρί[αν ἐν] πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τί[θητι],
καὶ τὰ ἄλλα τίμια πάντα ὅ[σα καὶ τοῖ]ς ἄλλοις προξένοις καὶ εὐεργέ[ταις]
τᾶς πόλιος ὑπάρχει.
Search Help
Contact Us