[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Με]λι[σίω]νος, [μηνὸς  ․c.6․․, βουλευό]ντων Ἀ[ρισ]-
[τοκλέα τ]οῦ Φιλονίκου, Ἀντι[φίλου τ]οῦ [Γοργίλου, ἀ]πέδοτο Ἀ[φρο]-
δισ[ία] Μάρκου Βιβίου τῷ Ἀπόλ<λ>ω[νι τῷ] Πυθί[ω σῶμα γ]υναικῖον ᾇ [ὄνο]-
μα Ἀντιγόνα τιμᾶς ἀργυρίου μνᾶν τ̣[ριῶν καὶ τ]ὰν̣ τιμὰν ἀ[πέ]-
5 χι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τ[ᾶς πόλιος] Εὐκλίδας Ἡρα[κλίδα].
παραμινάτω δὲ Ἀντιγόνα Ἀφροδισίᾳ ἕ̣ως [κα ζῇ, πο]ιοῦσα τὸ ἐπ[ιτασ]-
σόμενον τὸ δυνατὸν. ἐὰν δὲ μὴ ποιῇ τὸ ἐπιτασσόμενον Ἀντιγό[να],
ἐξουσίαν ἐχέτω Ἀφροδισία ἐπιτιμέουσα τρόπῳ ᾧ κα θέλῃ. μάρτυρ[οι]
οἵ τε εἱερῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Διόδωρος [Δω]-
10 ροθέου· Λυσίμαχος Νικάνορος, Νικάνωρ Λυσιμάχου, Πολέμαρ[χος Δά]-
μωνος, Ὀρέστας Πάσωνος.
Search Help
Contact Us