[ ] Phokis — Delphi — 98/9 AD
1 [θεό]ς̣. τύχα ἀγαθά.
Δελφοὶ ἔδωκαν Γ. Καριστανίῳ Σαγάρι
πολειτείαν αὐτῷ καὶ ἐκγόνοις αὐτοῦ
προμαντείαν, προξενίαν, προδικίαν,
5 ἀσυλίαν, προεδρίαν, ἀτέλειαν πᾶσαν, γᾶς
καὶ οἰκίας ἔνκτησιν καὶ τἄλλα τείμια ὅσα
τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δίδοται.
ἄρχοντος Τ. Φλαβίου Σωκλάρου, βουλευ-
όντων Δάμωνος τοῦ Ποπλίου καὶ Μη-
10 νίου τοῦ Σωτηρίδα.
Search Help
Contact Us