[ ]
Phokis — Delphi — 217-212 BC — SIG(3) 553; SGDI 2428
1 | [θε]ό[ς]. |
[ἄρχοντος ἐ]ν Δελφοῖς Βαβύλου, ἱερομναμον- | |
[ούντων Αἰ]τωλῶν Χλ<α>ινέα Καλυδωνίου, Λε[․]νι[․] | |
[․c.5․, Νυμ]φοδότου Αἱμονιέος, Πυρράνθι [․5-6․․] | |
5 | [․․7-8․․․]δρου Θυρισκαίου, Λέωνος Λιμναί[ου, ․․․] |
[․4-5․ Γομ]φέως, Δάμωνος Κυτινιέος, ΛΙ[․․]ΓΛ [․․] | |
[․․7-8․․․]χίππου Μελιταιέος, Φιλαχ̣α[ίου ․]ΟΡΙ[․] | |
[․c.6․․ω]νος Ὑαίου· Χίων Πολυαρχίδου· [Δελφ]ῶ[ν] | |
[․․c.8․․․]αγόρα· Ἀθαμάνων Θευδότου [․c.5․] | |
10 | [․1-2․· γραμμα]τεύοντος τοῖς ἱερομναμόνοις [․c.3․] |
[․․c.8․․․]ος· ἔδοξε τοῖς Ἀμφικτιό[νοις· ἐπε]ι- | |
[δὴ Πολυαρχί]δης Ἑρμάρχου Χῖος ἀποσταλεὶς [ἱε]- | |
[ρομνάμων] ὑπὸ τᾶς πόλιος τᾶς Χί[ω]ν [τ]ά [τε] | |
[κατὰ τὰς θυ]σίας καλῶς καὶ λανπρ[ῶ]ς [συνε]- | |
15 | [τέλεσεν, οὐ]δεμίαν ὑπερβολὴν καταλείπων |
[φιλοτιμίας τ]ὰν πᾶσάν τε σπουδὰν ποι[ού]με- | |
[νος τᾶς εἰς τ]ὸ δαιμόνιον εὐσεβείας, ἐπεμε- | |
[λήθη δὲ τᾶς θ]εραπείας τῶν ἀναθημ[άτων, τοῦ] | |
[τε βωμοῦ] καὶ τῶν ἄλλων πάντων ὧν ἀνέθη- | |
20 | [κεν ἁ πόλι]ς ἁ Χίων, τάς τε δίκας μ[ετὰ τῶν] |
[συνιερομνα]μόνων τὰς μὲν διέλυσεν, [τὰς δὲ] | |
[διέκρινεν] δικαίως καὶ κατὰ τοὺς νόμους, | |
[διετέλει δὲ] καὶ χρείας παρεχόμενος πάν- | |
[τ]ο[ις τοῖς ἀφικ]νουμένοις ἐν τὰν πόλ[ι]ν, | |
25 | ἀπόδ[ειξιν ποι]ούμενος τᾶς εὐνοίας [ἃ]ν ἔ- |
χει π[οτὶ τὸ ἔθνο]ς τῶν Αἰτωλῶν καὶ τοὺ- | |
ς ἄλ[λους Ἀμφι]κτίονας ἔν τε τᾶι ἄ[λλαι] | |
ἀρχᾶι δ[ι]ατ[ετέ]λεκεν τοῖς τε συνιερο- | |
[μ]ναμόνοις [καὶ τ]οῖς ἄλλοις ἐν πολλοῖς [καὶ] | |
30 | [μεγ]άλοις χ[ρήσι]μος ὢν καὶ λέγων καὶ |
[πράσ]σων τ[ὰ συ]μφέροντα τοῖς Ἀμφικ[τι]ό[νοι]- | |
[ς καὶ πα]ρεχ[όμε]νος αὑτὸν ἄξιον τᾶς τε πόλ[ιο]- | |
[ς τᾶς Χίω]ν καὶ [τῶ]ν Α[ἰτ]ωλῶν· ὅπως ο[ὖν καὶ τ]ὸ | |
[κοινὸν τῶ]ν Ἀ[μ]φικτιόνων φαίνητα[ι τᾶς εὐ]- | |
35 | [χαριστίας τᾶ]ς πρὸς τοὺς εὐεργέ[τας κα]- |
[λῶς προεστα]κὸς καὶ [τ]ιμὰς ἀπονέμον | |
[αὐτοῖς ἀξίας] τᾶς ἐν [α]ὑτοὺς φιλο[τιμίας]· | |
[ἐπαινέσαι μὲν τ]ὰμ πόλιν τ[ὰν Χί]ων ἐπὶ τᾶι [ἀ]- | |
[ποστολᾶι τοῦ] ἀνδρός, ἐ[παινέσαι δὲ καὶ αὐ]- | |
40 | [τὸν Πολυαρχίδ]ην Ἑρμ[άρχου Χῖον καὶ στεφανῶ]- |
[σαι χρυσέωι στ]εφάν[ωι καὶ εἰκόσι χαλκέαις] | |
[δυσί, τὸν δὲ στέφαν]ον α[ὐτοῦ ἀν]αγ̣[ορεῦσ]αι | |
[Σωτηρίοις ἐν τῶι] ἀγ[ῶνι τῶι γυ]μνικῶι [καὶ τοῖς] | |
[Διονυσίοις ἐν τῶι θεάτρ]ωι, ἐπεί κα τῶν πα- | |
45 | [ίδων χοροὶ μέλλωντι ἀ]γωνίζε[σθ]αι, ὅτι |
[τοὶ Ἀμφικτίονες στεφανο]ῦντι τ̣ὸ̣ν̣ [ἱερομνά]- | |
[μονα Πολυαρχίδ]ην [Ἑρ]μάρχου Χῖο[ν χ]ρ[υσ]έ̣- | |
[ωι στεφάνωι, στάσ]οντι δὲ αὐτοῦ καὶ εἰ[κ]όνας | |
[χαλκέας δύο, τὰ]μ μὲν ἐν Δελφοῖς [․c.6․․] | |
70 | [․․c.7․․ τὰν δὲ] ἐν Χίωι, ἀρετᾶς ἕνεκε[ν κ]α[ὶ εὐ]- |
[σεβείας τᾶς ἐν] τὸν θεὸν καὶ εὐνοία[ς ἃ]ν̣ δ̣ια̣- | |
[τέλει ἔχων] ἐν τὸ κοινὸν τῶν Ἀμ[φικτιό]νω̣[ν]· | |
[δεδόσθαι δ]ὲ αὐτῶι καὶ ἀσφάλειαν [κα]ὶ ἀ- | |
[τέλειαν πά]ντων καὶ προδικίαν καὶ ἀ[σ]υλί- | |
55 | [αν καὶ προεδρί]αν ἐν πάντοις το<ῖ>ς ἀγών[οις οἷ]- |
[ς τίθεντι τοὶ Ἀ]μφικτίονες καὶ τἄλλα ὅ[σα δί]- | |
[δονται τοῖς εὐ]εργετούντοις τὸν θεὸν κ[αὶ] | |
[τὸ κοινὸν τῶν Ἀ]μφικτιόνων· ὑπάρχειν [δ]ὲ [τὰς] | |
[τιμὰς ταύτ]ας καὶ τοῖς ἐκγόνοις αὐτο[ῦ]· | |
60 | [ὅπως δὲ οὖ]ν καὶ διαμένῃ τὰ δεδογμ[έ]- |
[να ἐν τὸν] ἅπαντα χρόνον, ἀναγράψαι τ[ό]- | |
[δε τὸ δόγμ]α ἐστάλας λιθίνας δύο καὶ ἀ[ν]- | |
[θέμεν τὰμ] μὲν ἐν Δελφοῖς παρὰ τὸν βωμόν, | |
[τὰν δε ἑτέρα]ν ἐγ Χίωι· τὸ δὲ ἀνάλωμα τὸ ἐς | |
65 | [ταῦτα δόμεν] τὸν [γρα]μματέα τῶν ἱερο- |
[μναμόνων]. vacat |