[ ] Phokis — Delphi — end 4th c. BC
1 θ[ε]οὶ.
Δελφοὶ ἔδωκαν Πύθωνι [Ἐ]μπ[έ]δων-
ος Βοιωτῶι [ἐ]κ Κορωνείας αὐτῶι καὶ ἐ-
γγόνοις προξενίαν, προμαντείαν,
5 προεδρίαν, ἀτέλειαν πάντων, πρ-
οδικίαν πρὸς [Δελφοὺ]ς καὶ τἆλλα
ὅσα καὶ τοῖς ἄλλοις προξένοις κ-
αὶ εὐεργέταις. ἄρχοντος Συλόχου,
βουλευόντων Ἐχεκρατίδα{ε}, Ἀγάθω-
10 νος, Θρασυκλέος, Ἁγίωνος.
Search Help
Contact Us