[ ] Phokis — Delphi — undated
1 Ἀππίαν Ῥήγιλλαν Κλαυ-
δίου Ἡρώδου τοῦ εὐ-
εργέτου γυναῖκα, καὶ
γένους ἕνεκα καὶ σω-
5 φροσύνης καὶ τοῦ ἄλλου
ἀξιώματος πάσας τὰς
παλαιὰς ὑπερβαλομένη[ν],
ἀρετῆς ἕνεκα καὶ σωφροσύ-
νης καὶ φιλανδρίας ἡ βουλὴ
10 καὶ ὁ δῆμος Δελφῶν Ἀπόλ-
λωνι Πυθίω.
Search Help
Contact Us