FD III 2:129
[ ] Phokis — Delphi — 81 BC
1 [ἄρχοντος Ἡρακλείδα τοῦ Εὐ]κλεί[δα, μην]ὸς [Ποιτρ]οπίου, βουλε[υόντων Ἀθα]-
[νίωνος, Ἐμμενίδα, Φιλονί]κου, Στράτωνος, ἐν δὲ Φωκίδι στραταγέοντος
[․․․․․․․․․․․ τοῦ ․․․․․․]μίου, μηνὸς τρίτου, ἀπέδοτο Θεοδώρα Σωσιβίου
[․․․․․․․, συνευαρεστέοντ]ων τοῦ τε ἀνδρὸς αὐτᾶς Ἀγαθοκλέ-
5 [ος καὶ τοῦ υἱοῦ αὐτο]ῦ Νίκωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
[ον, ἇι ὄνομα Σω]σώ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἔχει πᾶσαν. βε-
[βαιωτὴρ· Κλ]εόδαμος Μαντία Δελφός. παραμεινάτω δὲ Σωσὼ δουλεύ-
[σασα παρὰ] ἀνενκλήτως. <ε>ἰ δὲ μὴ παραμείνῃ ἢ μὴ ποιῇ, ἐξουσία, ἐχέτω Ἄγων καὶ
[Ζωΐλαν, ἐπιτ]ιμέοντες Ἄγων καὶ Ζωΐλα, καὶ φοβίζοντες, καὶ διδέντες τ<ρ>όπωι <ὧ>ι κα
10 [θέλωντι. εἰ] δέ τί κα ἐξ Σωσοῦς ἔγγονου γένηται ἐν τῷ τᾶς
[ἔστωσαν τ]ὰ ἔγγονα Ἄγωνος. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Ἄγωνα
[καὶ Ζωΐλαν, ἐ]λευθέρα ἔστω Σωσώ, καὶ πο<ι>είτω ὅ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο
[ἐπὶ καταδο]υλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν, ἀζά-
[μιος ὢν καὶ ἀ]νυπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βέβαιον πα-
15 [ρεχέτω. μά]ρτυροι· οἵ τε ἱερ<ε>ῖς τοῦ Ἀπόλλωνος Ξενοκράτης, Αἰακίδας, καὶ Δά-
[μων Ἀρίστω]νος, Λαιάδας Βαβύλου, Διονύσιος Ἀστοξένου, Ἡράκων Σωτύλου.
Search Help
Contact Us