[ ] Phokis — Delphi — 106 BC — SIG(3) 711I
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 [— — — — — — — — — — —]ένων πα[— — — — — — — — παρεπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσατο]
[εὐσχήμονα καὶ ἀξίαν τοῦ] τε θεοῦ καὶ το[ῦ δά]μου τοῦ Ἀθηναί[ων καὶ τᾶς ἁμετέρας πόλιος· ἀγαθᾶι τύχαι]·
[δεδόχθαι τᾶι] πόλει τῶν Δελφῶν· ἐπαινέσαι Εἰρηναῖον Εἰρη[ναίου Ἀθ]ην[αῖον, καὶ στεφανῶσαι]
[αὐτὸν τῶι τοῦ θεοῦ] στεφάνωι, ὧι πάτριόν ἐστι Δελφοῖς στεφανοῦν τοὺς εὐεργέτας, ἀ[ρετᾶς ἕνεκεν]
5 [καὶ φιλοτιμία]ς ἇς ἔχων διατελεῖ ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν ἁμῶν, ὑπάρχειν δὲ αὐτῶ[ι καὶ]
[ἐκγόνοις προξ]ενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς [ἀγώνοις]
[οἷς ἁ πόλις τ]ίθητι, καὶ τὰ ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις κ[α]ὶ εὐεργέται[ς τᾶς]
[πόλιος ὑπάρχει], ἀποστεῖλαι δὲ αὐτοῖς τοὺς ἄρχοντας καὶ ξένια τὰ μέγιστα [ἐ]κ τῶν νόμων. ἄρχ[οντος]
[Ξενοκράτε]ος, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Τιμολέωνος τοῦ Ἐ[μμ]ενίδα, Νικοδάμου το[ῦ]
10 [Στράτωνος, γ]ραμματεύοντος δὲ βουλᾶς Ἄρχωνος τοῦ Καλλικράτεος.
Search Help
Contact Us