[ ] Phokis — Delphi — 250-225 BC
1               θεοί.
Δελφοὶ ἀνενέωσαν Τιμοθέωι Ξενοδό[κ]ου Λοκρῶι
ἐχ Φαιστίνου καὶ ἔδωκαν αὐτῶι καὶ ἐκγόνοις
προξενίαν, προμαντείαν, προεδρίαν {π[ρ]}
5 προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων
καὶ τἆλλα ὅ[σ]α κ[α]ὶ τοῖς ἄλλοις προξένοις
καὶ [εὐε]ργέταις. ἄρχον<τ>ος Ἀθανίωνος,
βουλευόντων Πρα[όχ]ου, Ξένωνος, Χάρητος.
Search Help
Contact Us