[ ] Phokis — Delphi — 315-300 BC
1 θεός. ἀγαθᾶι τύχαι.
Ἑρμοκράτ[ε]ι Ἀνοροσ[θέ]νεος Κορινθί[ωι]
[αὐτῶι καὶ ἐκγό]νοις Δελφοὶ ἔδωκαν
προξενί[αν, προ]μαν[τεί]αν, προεδρίαν,
5 ἀτέλειαν π[άντ]ων, ἀσυλίαν, προδικίαν
καὶ τἆλλα ὅσα κ[αὶ] τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις. ἄρχοντος
Διοκλέος, βουλευόντων Ἁγνία,
Χαριξένου, Δάμωνος, Ὀρέστα, Ἀρχέλα.
Search Help
Contact Us