[ ] Phokis — Delphi — ca. 267/6 BC
1 Δελφοὶ ἔδωκαν Ἐπηράτωι Ἀλκίνου Μεγαλοπολίται
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν,
προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος
5 Καλλικλεῦς, βουλευόντων Αἰσχριώνδα, Ξένωνος, Ἁγνία,
Φιλομένευς.
Search Help
Contact Us