[ ]
Kos Isl. — Asklepieion — decree of Thasos — 3rd c. BC — Chiron 29 (1999) 267, 3
See also:
[— — — — — — — — — — — — — — — — — —] | |
1 | [πρόσοδον πρὸ]ς [τὴμ βουλὴν καὶ τὸν δῆμον] |
[πρ]ώτοις μετὰ τὰ ἱερά· vv ὅπως δὲ ἀναγορευθ[ῶσιν] | |
[οἱ] στέφανοι Διονυσίοις, ἐπιμεληθῆναι τοὺς [ἄρ]- | |
[χ]οντας καὶ τὸν ἱερέα τοῦ Διονύσου· ὅπως δὲ α̣[ἱ] | |
5 | δεδομέναι τιμαὶ τῶι δήμωι τῶι Κώιωγ κα̣ὶ̣ vac. |
τοῖς δικασταῖς φανεραὶ καὶ Κώιοις γένωντα̣ι [καὶ] | |
ἀναγραφῶσιν ἐγ Κῶι εἰς στήλην, ἑλέσθαι ἄνδ[ρα], | |
ὃ̣ς ἀφικόμενος εἰς Κῶ τό τε ψήφισμα ἀποδώσ[ει] | |
[Κ]ώιοις καὶ ἀξιώσει αὐτοὺς τήν τε τῶν στεφ[ά]- | |
10 | νων ἀναγόρευσιμ ποήσασθαι ἐν τοῖς ἀγῶσ̣[ιν] |
οἷς νόμιμόν ἐστιν αὐτοῖς τὰς τῶν τοιούτω[ν] | |
ἀναγορεύσεις γίνεσθαι καὶ τόπον ἀποδεῖξαι τῆ[ς] | |
στήλης τῆι ἀναθέσει ὡς ἐπιφανέστατον̣· δ̣οθῆνα[ι] | |
δὲ τοῖς δικασταῖς καὶ εἰς ἱερὰ καὶ ἐπὶ ξένια̣ τὸν ἀ- | |
15 | ποδέκτην τὸ ἐκ τῆς ἀρτύος· καλεσάτωσαν δ̣[ὲ] |
[α]ὐ̣τοὺς οἱ ἄρχοντες ἐπὶ ξένια εἰς τὸ πρυταν[εῖον]· | |
[ὅπ]ως δ’ ἂγ καὶ ἀποσταλῶσιν ὡς ἀσφαλέστατ[α], | |
[ἐπι]μεληθῆναι τοὺς ἄρχοντας καὶ τοὺς πολεμάρ- | |
[χου]ς καὶ τοὺς ἀπολόγους· τὸ δὲ ἀνήλωμα τὸ εἰς v | |
20 | [ταῦ]τα γενόμενον δοῦναι τὸν ἀποδέκτην· vacat |
[εἶπα]ν πρόεδροι· v ἡιρέθηι Παρμένων Ἡρακλείτου· v | |
[δικ]α̣σταί· v Θεμισταγόρ̣ας Ἱππία, Νέων Ναυκλεῦ̣[ς], | |
[Ἱπποκ]ρ̣άτης v Δράκοντος. |