[ ] Kos Isl. — Asklepieion — Decree of Ainos — 242 BC — Asylieurkunden aus Kos (1952) 19, 8 — SEG 12.375
See also:
[— — — — — — — — — — — — — — — — — — ἐπαγ]-
1 [γ]έλλο[υσι — — — — — — — — — — — — — — — —]
ἐκεχειρίας καὶ ἀγῶν[ας καὶ] αἰ[τοῦσι δέχεσθαι τὴν ἀσυ]-
λίαν τοῦ ἱεροῦ τοῦ Ἀσκληπιοῦ, ἀγα[θῆι τύχηι, δεδόχθαι]
τῆι βουλῆι καὶ τῶι δήμωι τά τε ἀγαθὰ ἃ ε[ὔχοντ]α[ι Κῶιοι]
5 δέχεσθαι ἐπὶ ὑγιείαι καὶ σωτηρίαι βασιλέως Πτο[λε]-
μαίου καὶ <β>ασιλίσσης Βερενίκης καὶ τῶν τέκνων κα[ὶ]
τοῦ δήμου τοῦ τε Αἰνίων καὶ Κώιων· εἶναι δὲ καὶ τὸ
ἱερὸν τοῦ Ἀσκληπιοῦ τοῦ ἐγ Κῶι ἄσυλον· v καλέσαι δ[ὲ]
καὶ τοὺς θεωροὺς ἐπὶ ξένια πρὸς τὸν ἱερέα τοῦ βασ[ι]-
10 λέως· δοῦναι δὲ αὐτοῖς καὶ εἰς ἀπαρχὴν τὸν ταμίαν
τὸ ἐκ τοῦ νόμου. v προήδρευσαν πάντες.
Search Help
Contact Us