[ ] Kos Isl. — Asklepieion — Decree of Thebai Phthiot. — 242 BC — Asylieurkunden aus Kos (1952) 13, 5B — SEG 12.372, B, ll. 1-12 — Chiron 33 (2003) 229, 14 (join, new frg.)
See also:
                            [Θηβαίων τῶν Ἀχαιῶν]·
1 [ἔδοξεν — — — — — — — — — — — — — —·  παραγενομένων]
[παρὰ τῆς πόλεως τῆς Κώιων θεωρῶν Ἀριστολ]όχου Ζμ[έν]-
[δρωνος, Μακαρέως Ἀράτου, Ἡρακλείτου] Τιμαίθου ἐπαγ-
  γ̣ε̣[λλόντων τὴν θυσίαν τῶι Ἀσκληπιῶι κ]αὶ τοὺς ἀγῶνας καὶ̣
5   τὴν παν[ήγυριν καὶ ἀξιούντων δέχεσθαι] καὶ τὴν ἀσυλίαν τοῦ ἱε-
  ροῦ, ἀγαθῆι [τύχηι, δεδόχθαι τῆι] πόλει Θηβαίων τῶν Ἀ-
  χαιῶν· ἐπαινέ[σαι μὲν τὴν πόλ]ιν τὴν Κώιων καὶ δέξασ-
  θαι καθάπερ ἐπαγγέλλ̣[ουσιν]· περὶ δὲ τῶν θεωρῶν τῶν
  ἀποσταλησομένων εἰς τὴ[ν] θυσίαν τοὺς συνθύσον-
10   τας ἀνενενκεῖν τοὺς ἄρχ[ο]ντας εἰς τὴν ἔννομον
[ἐκ]λ[η]σίαν περὶ τούτων· δοῦναι δὲ αὐτοῖς τὸ θεωρικὸν̣
[τ]ὸ ἐκ τοῦ νόμου· καλέσαι δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς
  εἰς τὸ ἀρχεῖον.              vacat
Search Help
Contact Us