[ ] Eg. — Schedia (Kōm el-Ghizeh) — 80/1 AD — Delta 1.332,3 [txt.]
1     ἔτους τρίτου
Αὐτοκράτορος Τίτου
Καίσαρος Οὐεσπασιανοῦ
Σεβαστοῦ ἐπὶ Γαίου
5 Τεττίου Ἀφρικανοῦ
Κασσιανοῦ Πρίσκου ἡγεμόνος
ὠρύγη Ἀγαθὸς Δαίμων
ποταμὸς ἐπὶ τὰ τρία στερεὰ
καὶ ἐπὶ τὸ ἀρχαῖον ἀπεκατε-
10 στάθη ἕως τῆς πέτρας καὶ
ἐτέθησαν παρ’ ἑκάτερα τῶν τ[οί]-
χων πλάκες ἐπιγεγραμμέ-
ναι δεκατέσσαρες.
Search Help
Contact Us