[ ] Eg. — Leontopolis (Tell el-Moqdam)? — 220 AD — SB 9997
1                     {²vac.}² ἀγαθῆι τύχηι {²vac.}²
εἰσὶν οἱ χλαμυδηφορήσαντες καὶ ἐφηβεύσαντες τὸν πρῶτον ἱερὸν εἰσελαστικὸν
ἐφηβικὸν Ἀντωνινιανὸν Ἥλειον Λεόντιον ἰσαντινόϊον ἀγῶνα· ἐπὶ Αὐρηλ(ίῳ) Ἰσχυράμμωνι
Σαραπίωνος· κοσμητεύσαντι βουλευτῆι καθηγεμόνι ἐφήβων, {²vac.}² εἰσὶ δὲ {²vac.}² Αὐρήλιοι.
left.5 Νεμεσίων Λεοντᾶ κοσμητεύσας βουλευτὴς ἀρχιέφηβος
νεικήσας παίδων πάλην· Σαραπάμμων υἱὸς Λεωνίδου Ἀρ-
τεμιδώρου ἀγορανομήσαντος νεικήσας ἀγενίων πάλην· Λεω-
νίδης ὁ καὶ Διονύσιος υἱὸς Ἀπολλωνίου Λεωνίδου ἀρχιερατεύσαν-
τος νεικήσας παίδων παγκράτιον· Διονύσιος Σαραπίωνος τοῦ καὶ
10 Διοσκόρου Διοσκόρου νεικήσας ἀγενίων παγκράτιον· Σαραπο-
διόσκορος Κολλουθίωνος Πάειτος νεικήσας ἀγενίων στάδι-
ον· Ἀμμώνιος ὁ καὶ Κάσιος Ἑρμείου Ἑρμείου τοῦ καὶ Σαραπίωνος
νεικήσας παίδων στάδιον· Εὐδαίμων Ἰσχυρᾶ Πτολεμαίου νει-
κήσας παίδων δίαυλον· Ἰσίδωρος Ἡρακλεους Ἰσχυρᾶ νεικήσας
15 ἀγενίων δίαυλον· Διοσκοράμμων υἱὸς Σαραπίωνος Ἰσιδώρου
κοσμητεύσαντος· Ἥρων Διοσκουρίδου Σαραπίωνος μητρὸς Ἰσιδώ-
ρας· Δημήτριος Ἰσχυρᾶ μητρὸς Κοροῦτος· Ἥφαιστος ὁ καὶ Ἀνουβίων
Ἡφαιστίωνος τοῦ καὶ Λούππου μητρὸς Νεμεσοῦτος· Ἰσίδωρος Ἀρσι-
νόου μητρὸς Ποσειταρίου· Διόσκορος ὁ καὶ Ἄληθις Εὐδαίμονος, Σαραπίων
20 Λέοντος Λεονταροῦτος μητρὸς Χαρίσσης· Ἥφαιστος Διοσκόρου τοῦ καὶ
Διονυσίου μητρὸς Ἀπολλωνιάδος τῆς καὶ Λεονταροῦτος· Βησα-
ρίων Θεανοῦτος· Ποσειδώνιος ὁ καὶ Ἡφαιστολέων Φρόντωνος μη-
τρὸς Θαψόϊτος· Σαραπίων Ὡρίωνος Φρόντωνος μητρὸς Λεον-
ταροῦτος· Σαραπίων Ἁρποκρατίωνος Ἀνεικήτου μητρὸς Διο-
25 σκοροῦτος· Ἡράκλειος Ἰσχυρᾶ μητρὸς Ἰσιδώρας·  Θέων Ἡρακλέ-
ους Θέωνος μητρὸς Λεονταροῦτος· Ἥρων Ἀνουβίωνος μητρὸς
Ἡρακλείας· Νεμεσίων ἐγ μητρὸς Ἀμμωναρίου Κοΐντου, Διό-
σκορος Διοσκορου τοῦ καὶ Λεωνίδου μητρὸς Ἀρτέμειτος· Διο-
νύσιος Ἡρακλείδου Ἀρτέμειτος· Λυκαρίων Διοσκόρου μητρὸς
30 Σαραπιάδος· Διόσκορος Σαραπίωνος μητρὸς Λουκίλλης· Ὡριγέ-
νης Ἡρακλέους τοῦ καὶ Εὐδαίμονος μητρὸς Λουκίλλης· Κύ-
ρων Ἱερακίωνος μητρὸς Ἀρτέμειτος· Διόσκορος Ἑρμείνου Ἁρ-
ποκρᾶ Ἑρμήους μητρὸς Ἰσχυριαίνης· Σαραπίων Εὐδαίμο-
νος Ὡρίωνος μητρὸς Ἡρακλείας· Ὡρίων Σερήνου μητρὸς
right.35 Ἀρτέμειτος· Λεωνίδης ὁ καὶ Σκύβαλος Ἑρμοννώφριος μητρὸς
Ἀνουβιαίνης· Ἀμμωνεῖνος Ἀχιλλέως Ἀγαθοῦ Δαίμονος μητρὸς
Ἀμμωνίλλης ἀστῆς· Ἰσχυρᾶς Ὡρίωνος τοῦ καὶ Διοσκόρου Διδύμου
μητρὸς Σαραπιάδος· Λεωνίδης Θέωνος τοῦ Σαραπίωνος Νεοκόσμι-
ος ὁ καὶ Ἀλθαιεύς· Διονύσιος Καλλινείκου Διονυσίου μητρὸς Ἑρμιό-
40 νης· Διόσκορος ὁ καὶ Ἀπίων Ῥούφου Ἀπίωνος μητρὸς Ἀρτέμει-
τος· Ἀμμώνιος Ποταμίωνος τοῦ καὶ Λεωνίδου Ἀπόλλωνος μη-
τρὸς Ἰσιδώρας τῆς καὶ Ἱερακιαίνης· Δίδυμος Κασιανοῦ υἱὸς Ἡφαιστο-
λέοντος ἀγορανομήσαντος μητρὸς Ἀπίας θυγατρὸς Σαραπίωνος
τοῦ καὶ Ποτάμωνος ἀρχιερατεύσαντος· Δωρᾶς ἐγ μητρὸς Ἰσιδώρας·
45 Ἥφαιστος ὁ καὶ Ἀνουβίων Χαιρήμονος Ἀπολλωνίου μητρὸς Ἰσι-
δώρας· Νειλάμμων υἱὸς Λεωνίδου Διδύμου ἐξηγητεύσαντος μη-
τρὸς Λεονταροῦτος Διδύμου· Σαραποδίδυμος Ἡφαίστου Λεωνίδου
μητρὸς Λεονταροῦτος τῆς καὶ Χαιρημονίδος· Σαραποδιόσκορος
Διοσκόρου Κασίου μητρὸς Ἡραΐδος· Ἡφαιστίων ὁ καὶ Λυκαρίων Ἀπο-
50 λιναρίου τοῦ καὶ Ἀμμωνίου Μαξίμου. Καὶ οἱ ἐν τάξει ὑπερμε-
γεθῶν καὶ ἄλλων καταδεῶν τὴν ὄψιν παραδεχθέντες ὑπὸ τοῦ κρα-
τίστου ἐπιστρατήγου· Λεωνίδης Ὥρου μητρὸς Θερμούθιος· Ἱππίας
Χαιρήμονος μητρὸς Ἑρμιόνης· Ἰσχυρίων Ἀμμωνοῦτος· Διόσκορος ἐπι-
καλούμενος Φιμήνιος μητρὸς Ἀρτέμειτος· Ἁρποκρατίων Λεωνίδου
55 Ἀμμωνοῦτος μητρὸς Θαήσιος· Δημήτριος ἐγ μητρὸς Δημητροῦ-
τος·  Χαιρήμων μητρὸς Ἀνουβιαίνης, Μίκις Χαιρήμονος Σαραπίω-
νος μητρὸς Θαήσιος· Θέων μητρὸς Ἀπολλωνοῦτος Ἡρακλέους· Λεω-
νίδης Ἀπόλλωνος τοῦ καὶ Λεωνίδου μητρὸς Εἴσειτος· Ὡρίων Λεοντά-
ρου μητρὸς Σαμβαθοῦτος· Νεχθερώους Σερήνου Πιεσιήους μητρὸς Σύρας,
60 Νεχθερώους ἐπικαλούμενος Κόρρης μητρὸς Θαφμόϊτος· Λεωνίδης ἐγ
μητρὸς Ἰσχυροῦτος Νεμεσίωνος Νεμεσίωνος· Δίδυμος Ἀτιλίωνος
μητρὸς Ἀμμωνίλλης· Σαραπίων Σερήνου Ἄπειτος μητρὸς Ἀρτέμειτος· Αἰλου-
ρίων υἱὸς Ὡριγένους τοῦ Ἡφαιστίωνος κοσμητεύσαντος μητρὸς Κυρίλλης· Ἀνου-
Βίων Ἡρακλείδου Ἡρακλᾶτος μητρὸς Θαηιύσιος· Νεμεσίων Λεωνίδου Εἴσειτος.
65 ἔτους δʹ, Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου 〚Ἀντωνείνο〛υ εὐσεβοῦς εὐτυχοῦς Σεβαστοῦ, Ἁθὺρ αʹ.
Search Help