[ ] Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 75 BC — SB 1.3926
1 θεῶν τῆι πόλει τῶν Πτολεμαιέων
χαίρειν καὶ ἐρρῶσθαι·
τῆς μετενηνεγμένης ἐφ’ ἡμᾶς
ἀπαγγελίας σὺν τῶι πρὸς αὐτὴν
5 προστεταγμένωι ἀντίγραφον
ὑπόκειται, ὅπως εἰδότες καταχ[ω]ρίσητε
ἐν τῶι παρ’ ὑμῖν δημοσίωι, ὠς καθήκει,
καὶ ἑαυτῶν ἐπιμελο<ύ>μενοι ἵν’ ὑγιαίνητε·
ἔρρωσθε (ἔτους) ϛʹ, Φαμενὼθ ιβʹ.
10 Θέωνι.
ῥητήθω οἷς καθήκει τὸ κατεσκευ-
ασμένον ὑπὲρ τῆς ἡμετέρας σωτηρίας
ὑπὸ Καλλιμάχου τοῦ ἐπιστρατήγου
Ἰσίδειον ἀπὸ νότου Πτολεμαΐδος
15 ἀτελὲς καὶ ἄσυλον εἶναι σὺν τοῖς
περὶ αὐτὸ κατῳκοδομημένοις
οἰηκτηρίοις μέχρι τοῦ τείχους
τῆς πόλεως.
γινέσθω. (ἔτους) ϛʹ, Φαμενὼθ εʹ.
Search Help
Contact Us