[ ]
Eg. — Alexandria Mus. — 130 BC? — Breccia 19,37[a]; SB 5.8881
1 | ὑπὲρ βασιλέως Πτολεμαίου κα[ὶ] |
βασιλίσσης Κλεοπάτρας τῆς γυναι̣[κός], | |
θεῶν Εὐεργετῶν, καὶ τῶν τέκνων α[ὐτῶν] | |
Σωτήριχος Ἰκαδίωνος Γορτύνιος, τ̣ῶ̣[ν] | |
5 | ἀρχισωματοφυλάκων, ὁ ἀπεσταλ̣- |
μένος ὑπὸ Παῶτος τοῦ συγγενοῦς κα[ὶ] | |
στρατηγοῦ τῆς Θηβαΐδος, ἐπὶ τὴν συναγ[ω]- | |
γὴν τῆς πολυτ[ε]λοῦς λιθείας καὶ ἐπὶ τῶν | |
πλῶν καὶ παρεξόμενος τὴν ἀσφάλειαν το[ῖς] | |
10 | κατακομίζουσι ἀπὸ τοῦ κατὰ Κόπτον ὄρου[ς] |
τὰ λιβανωτικὰ φορτία καὶ τἆλλα ξένια̣ | |
Πανὶ Εὐόδωι καὶ τοῖς ἄλλοις θεοῖς | |
πᾶσι καὶ πάσαις, (ἔτους) μαʹ, Θὼθ ιʹ. |