[ ] Eg. — Prov. unkn. [Paris, Louvre] — 2nd/3rd c. AD — Inscr.métr. 106; SEG 8.797
1 ἀνδρειὰς μὲν ὅδ’ ἐστὶ Διὸς Σωτῆ-
ρος ἄνακτος, | ὃν θῆκεν πράξας
ἐνθάδε Βησαρίων, | σύν τε φίλοις
τεκέεσσι καὶ αἰδοίῃ παρακοίτι, |
5 νηοῦ ἐν προδόμῳ ἀντίον ἀντο-
λίης, | ἀντ’ εὐεργεσίης, ὅτι μιν φι-
λέων ἐσάωσεν, | σεμνὸν ὁμοῦ
πιστόν τ’ ἄγγελον ἡγεμόνος. ||
ἐπὶ Θεοδώρου Δημητρίου ἐν-
10 άρχου γραμματέως βουλῆς καὶ
Ἀσκληπιάδου ἱεροποιοῦ·
ἔτους ιβʹ, Μεχεὶρ ιγʹ. {²palma}²
Search Help
Contact Us