[ ] Eg. — Naukratis (Kōm Giéif)? — 2nd/1st c. BC — GVI 994
1 ὁ πρὶν ἐνὶ πτολέμοι<σι> φανεὶς φιλοδήιος ἀνὴρ
  στυγνά τ’ ἐπ’ ἀντιπάλοις δούρατ’ ἐρεισάμενος,
κέκλιμαι εὐσεβέων λειμώνια νῦν ὑπὸ βένθη,
  δάκρυα πικρὰ λιπὼν πατρὶ ποθεινοτάτῳ,
5 ἠδέ γ’ ὁμογνήτοι<σι>·  Φιλωνίδου εἰμὶ δὲ κοῦρος,
  οὔνομα ταὐτὸν ἔχων· ἁ δέ με γειναμένα
αὐτὰ καὶ δέχεται τόδ’ ὑπ’ ἠρίον· οὔνεχ’, ὁδῖτα,
  χαῖρε καὶ ἀκλαύτου τέρμαθ’ ἵκοιο βίου.
Search Help
Contact Us