[ ]
Eg. — El Gīza Mkt — 3rd/2nd c. BC — GVI 699 — Add. ad p. 47
1 | τὸ πρὶν ἐγὼ ναίων Λιβύης πέδον ἐνθάδε κεῖμαι |
Μάγνης τ’ εἰμὶ γένος κοὔνομα Σωσίβιος, | |
Πλούτωνός τε δόμους καὶ Φερσεφόνης κυαναυψεῖς | |
Μίνω σύνθωκος δ’ εἰμὶ παρ’ εὐσεβέσιν. | |
5 | ἀλλὰ σύ μοι, παροδῖτα, προσαυδήσας μέγα χαίρειν |
μηθὲν ταρβήσας ἀσφαλέως ἄπιθι. |