[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 57 BC — SB 1.1161
1 | ἄσυλον κατὰ πρόσταγμα· ᾧ μὴ πρᾶγμα. |
τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δεδο- | |
μένης τῆι θεᾶι βασιλίσσηι ἐντεύξεως | |
παρὰ τῶν ἱερέων τοῦ ἐν τῆι κώμηι Πνεφερῶτος | |
5 | θεοῦ μεγάλου, μετενηνεγμένης δ’ ἐφ’ ἡμᾶς |
σὺν τῶι πρὸς αὐτὴν προστεταγμένωι τὸ ἀντ[ί]- | |
γραφον ὑπόκειται· κατακολού̣θει οὗν τοῖς προσ- | |
τεταγμένοις· ἔρρωσο· (ἔτους) βʹ, Φαμενὼθ γʹ. | |
βασιλίσσηι Βερενίκηι θεᾶι Ἐπιφανεῖ χαίρειν | |
10 | οἱ ἱερεῖς τοῦ Πνεφερῶι θεοῦ μεγάλου κρο- |
κοδείλου τοῦ ὄντος ἐν Θεαδελφείαι τ̣[ῆς] | |
Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου· τυγχά- | |
νομεν ἀδιαλείπτως τάς τε θυσίας καὶ | |
σπονδὰς καὶ καύσεις λύχνων καὶ τἆλλα | |
15 | [τὰ] ν̣ομιζόμενα τοῖς θεοῖς ἐπιτελοῦντες |
[ὑπ]έρ τε σοῦ καὶ τῶν προγόνων· προαιρούμε- | |
[ν]οι δὲ τὴν τοῦ ἱεροῦ ἀσυλίαν ἐπικυρωθῆναι, | |
[ἵ]να τούτου πρὸς αὔξησιν ἀγομένου πολλῷ | |
μ̣ᾶλλον τὰ νομιζόμενα τοῖς θεοῖς ὑπέρ σου, | |
20 | κ̣αθότι πρόκειται, ἐπιτελῆται, δεόμεθα, |
καθ’ ἣν ἔχεις πρὸς τὸ θεῖον εὐσέβειαν, προσ- | |
τάξαι τὸ σημαινόμενον ἱερὸν καὶ τοὺς προσ- | |
ὀντας τόπους, λιβὸς μὲν ἐπ’ ἀπηλιώτην [πήχεις] | |
[ἑκατὸν δέκα ἑπτά], νότου δ’ ἐπὶ βορ- | |
25 | ρᾶν ἀπὸ τοῦ γειτνιῶντος ἐγ νότου Βουβαστι- |
είου μέχρι τῶν προσόντων ἀπὸ βορρᾶ τάφων̣ | |
τῶν ἀποθειουμένων ἱερῶν ζῴων, εἶναι ἀσύ- | |
λους καὶ μηδένα καθ’ ὁντινοῦν τρόπον ἐκ τού- | |
των ἀποβιάζεσθαι, τὸν δὲ φανησόμενον | |
30 | θανάτωι ἔνοχον εἶναι· ὑπὲρ ὧν καὶ γραφῆ- |
ναι Διοσκουρίδηι τῶι συγγενεῖ καὶ στρατηγῶι | |
τοῦ νομοῦ προνοηθῆναι ὡς διὰ στήλης τῆς | |
πρὸς τοῖς δεδηλωμένοις τόποις ἐνοικοδο- | |
μηθησομένης ἐνγλυφήσεται ὑπέρ τε σοῦ | |
35 | καὶ τῶν προγόνων ἡ τοῦ δηλουμένου ἱεροῦ καὶ |
τῶν προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξι- | |
ωμένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται· | |
τούτου δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρα- | |
τεθεωρημένον· οὐ δυνάμενοι δὲ τοῦ ἱεροῦ | |
40 | ἀποσπᾶ̣[σ]θαι, δεδώκα[μ]ε[ν τ]ὴν περὶ τ[ού]των ἐ- |
πιτρο[πὴν Σωκράτηι τῶι μά]λιστα τ[οῦ ἱεροῦ] διὰ παν- | |
τὸς προι̣[σταμένωι, σχεθησομένωι] τ̣ο̣υ̣ τῶν ἠ- | |
ξιωμένων ἀπ[οτελέσματος, ἵν’ ὦμε]ν̣ [εὐ]ε̣ρ̣γετη- | |
μένοι· διευ[τύ]χ[ει. Διοσκουρίδηι]· γ̣ι̣ν̣έ̣σ̣θ̣ω̣· | |
45 | (ἔτους) [βʹ], Φα̣ῶ̣φ̣ι̣ ι̣ζ̣ʹ. |