[ ] Delos — 1st c. BC — ID 2552 — WZHalle 9 (1960) 199-201 (W. Peek)
See also:
1 [Ἑλλὰς ὅλη φωνᾶς θρόον εὔλυ]ρον ἔκλυεν̣ [ἁμᾶς],
[δόξα δ’ ἀειμνάστων] ζῶσα μένει στεφ[άνων]·
[μάντιος Ἀονί]ας ὀφιώδεος εἷλον ἀ[γῶνα]
[ἠδὲ παρ’ Ἑρκύν]νας χεύμασιν ἐστεφόμ[αν]·
5 [ἆθλα δ’ Ἐλε]υθερίων τε καὶ ἐκ φηγοῖο Λυκαίων
[καὶ Φενεοῖ]ο δρυμῶν ἄγαγον Ἀρκαδίας·
[καὶ Πυθοῖ] Δελφοί με κατέστεφον ἔρνεσι δάφνας
[εὐιέροι]ς· τρισσοὺς δ’ ἦλθον ὑπὸ στεφάνους
[ἐν νάσωι] Φοίβοιο· μολὼν δ’ εἰς γαῖαν Ἐπειῶν
10 [εἷλον ἀει]μνάστου θαλλὸν Ὀλυμπιάδος·
[καὶ δὲ κλυτῶν] τ̣ι̣μ̣[ᾶν] Ἥ̣ρ̣α̣[ς] Ἠλεῖος ἄεθλο[ς]
  μάρτυς· ἐφ’ Ἑρκύννας χε[ύμασι δ’ ἐστεφόμαν]·
καὶ στέφος Ἡρακλῆ̣ος ἐπ[ὶ κροτάφοις θέτο Θήβα],
  τρισσὰ δ’ Ἐρεχθειδᾶν ἀ[γαγόμαν ἄεθλα],
15 ἁγνὸν Ἐλευσῖνος πρὸς ἀνάκ[τορον ἁνίκ’ ἰδέσθαι]
  πενταετῆ Δηοῦς ἦλθον [ἐγὼ τελετάν]·
καὶ Βάκχου τριετηρὶς ἐμᾶ[ς τέχνας ἴδε νίκαν],
[κ]α̣ὶ Ταν<άγρ>αι Μουσᾶν στέ[μματα δισσὰ λάβον],
[Π]οιμανδρί̣αν γαίαν [ἐλθὼν πάτραν τε Κορίννας],
20 [καὶ] Παναθηναίων [θαλλὸν ἕλον μεγάλων]·
[Ζην]όβιος δ’ Ἕλλασι φατίζομαι ὁ [πράτιστος]
  καρύκων, παντᾶι δ’ ἀμ̣φ̣ιτέθαλε κλέος.
Search Help
Contact Us