[ ]
Elis — Olympia — late 4th/3rd c. BC
1 | ὧδε στὰς ὁ Πελασγὸς ἐπ’ Ἀλφειῶι ποκα πύκτας |
τὸμ Πολυδεύκειογ χερσὶν ἔφανε νόμον | |
ἆμος ἐκαρύχθη νικαφόρος. ἀλλά, πάτερ Ζεῦ, | |
καὶ πάλιν Ἀρκαδίαι καλὸν ἄμειβε κλέος, | |
5 | τίμασον δὲ Φίλιππον, ὃς ἐνθάδε τοὺς ἀπὸ νάσων |
τέσσαρας εὐθείαι παῖδας ἔκλινε μάχαι. |