[ ] Kypros — Kourion — 142-131 BC
1 Σέλευκον Βίθυος, τὸν συγγεν το<> βασιλέως,
τὸν στρατηγὸν κα ναύαρχον καὶ ἀρχιιερέα
τῶν κατὰ τὴν νῆσον Κουριέων πόλις
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς βασιλέα
5 Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν
τὴν ἀδελφὴν καὶ βασίλισσαν Κλεοπάτραν
τὴν γυναῖκα, θεοὺς Εὐεργέτας,
[καὶ τῆς] εἰς ἑαυτὴν εὐεργεσίας.
Search Help
Contact Us