[ ] Kos — Kos: Platani-Kermetes — late 2nd/early 1st c. BC? — SGDI III,1 3632 — LSCG 168 — cf. Chiron 30 (2000) 431-432 (date)
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [θ]υέτω δὲ καὶ σκανοπαγείσθω {ν} καὶ ὁ τὰν ὠνὰν ἐωνημένος ναύσσου ἔξω καὶ τὰν ἐπ’ α․․․
β̣ίου κατὰ ταὐτά· θυόντωι δὲ καὶ τοὶ ἐωνημένοι ὠνὰν ναύσσου ἄρτων, κάπων κατ[ὰ ταὐ]-
τά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν τᾶς ὀβελίας κατὰ τ[αὐτά]·
θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν σίτου κατὰ ταὐτά. θυόντωι δὲ [κ]-
5 αὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι ὠνὰν οἴνου ἐπὶ θαλάσσαι, ἑταιρᾶν, ξύλων, ἀλφίτ<ω>ν, ἐ[ν]-
οικίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν τετραπό[δ]-
ων. θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράζοντες τὰν ὠνὰν ἐν Καλύμναι οἴνου
ἐξ οἰ<ν>οπέδων, ζευγέων, ἐρίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγορά[ξ]-
αντες ὠνὰν ἀμπελοστα<τ>εύντων καὶ τῶν γυναικείων σωμάτων κατὰ ταὐτά· θυόντω[ι δὲ καὶ]
10 σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν σκοπᾶς δαμοσίας. θυέτω δὲ κ[αὶ σκανο]-
παγείσθωι καὶ ὁ τὰν ἄλ<λ>αν μισθωσάμενος σκοπὰν τὰν ἐπὶ ναυτιλέωι. θυέτω δ[ὲ κατὰ ταὐ]-
τὰ καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τᾶν Μουσᾶν κατὰ ταὐ<τ>ά. θ[υέτωι δὲ κα]-
τὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τοῦ Ἀφροδεισίου. θυέτ[ω δὲ καὶ σ]-
κανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν κύκλου Γᾶς κατὰ ταὐτά. θυόντωι δὲ [κατὰ ταὐ]-
15 τὰ καὶ σκανοπαγείσθων τοὶ ἔχοντες τὰν ὠνὰν λιβανοπωλᾶν, ὀσπρίων, ταρείχο[υ· θυέτω]-
ι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ ἔχων τὰν ὠνὰν τοῦ <ἰ>ατρικοῦ. θυόντωι δὲ [καὶ σ]-
κανοπαγείσθων τοὶ κωποξύσται τῶι Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριά[κον]-
τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα. θυόντωι δὲ κα<τὰ> ταὐτὰ καὶ ὅσσοι κα σκοπὰς μισθο-
ποιήσωνται ἢ ἔχωντι ἰδιωτικὰν μεμισθωμένοι Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριάκον-
20 τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα ἐς ὅ κα ἦι συνεστηκυῖα ἁ σκοπά· θυόντωι δὲ κα[τὰ τ]-
αὐτὰ καὶ <τ>οὶ μετάβολοι τοὶ ἐν τοῖς ἰχθύσιν Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριάκον[τα καὶ]
Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα. θυόντωι δὲ κατὰ ταὐτὰ καὶ τοὶ νεωλκοί, λαμβάνο[ντες]
ὁμοίως καὶ οὗτοι παρὰ τῶν ταμιᾶν δραχμὰς ἑξήκοντα. θυέτωι δὲ καὶ ὁ ναύαρχος τ[ῶι Πο]-
τειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Ῥόδωι ο[ἶ]ν
25 ἀπὸ δραχμᾶν τριάκοντα. διαγραφέσθωι δὲ αὐτῶι παρὰ τῶν ταμιᾶν δραχμὰς ἐνενή[κο]-
ντα. θυόντωι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθων ἕκαστος τῶν τριηράρχων, θυόν[τω]-
ι δὲ τῶι Ποτειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντ[α καὶ]
Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα, λαμβανόντωι δὲ καὶ τοῦτοι παρὰ τῶν ταμι[ᾶν]
[δρ]αχμὰς ἐνενήκοντα· θυόντωι δὲ καὶ τοὶ καρπολογεῦντες τῶι Ποτειδᾶνι οἶν ἀ[πὸ]
30 [δρ]αχμᾶν τεσσαράκοντα καὶ Κῶι οἶν ἀπὸ δρα<χ>μᾶν τεσσαράκοντα καὶ Ῥόδωι οἶν ἀπὸ [δρ]-
αχμᾶν τεσσαράκοντα· θυόντωι δὲ καὶ τοὶ ὑπηρέται τᾶν μακρᾶν ναῶν Ποτειδᾶνι καὶ [Κῶι οἶν ἀ]-
πὸ δραχμᾶν τρι[άκοντα κα]ὶ Ῥόδωι [οἶν ἀπὸ δραχμᾶν τριάκ]οντα· θυόντωι δὲ καὶ τοὶ [— —]
οι ἐκ τῶν ὑπηρε[τικῶν πλοίων — — — — — — — — — — — — — — — — — — — — — — ἀπὸ]
δραχμᾶν τ[ριάκοντα — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
35 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help