[ ]
Crete, W. — Polyrhenia [Ion, Teos] — 201 BC — McC. Teos 51
1 | Πολυρρηνίων. |
Πολυρρηνίων οἱ κόσμοι καὶ ἁ πόλις Τηίων τῶι δάμωι | |
καὶ τᾶι βωλᾶι χαίρειν. κομισάμενοι τὸ ψάφισμα τὸ παρ’ | |
ὑμῶν ἀνέγνωμεν καὶ τῶν πρεσβευτᾶν Ἀπολλοδό- | |
5 | {δο}τω{ι} {²⁶Ἀπολλοδότω}²⁶ καὶ Κωλώτα {ι} διακούσαμεν, παρακαλούντων μετὰ |
πάνσας σπουδᾶς καὶ φιλοτιμίας ἀκολούθως τοῖς ἐν τῶι | |
ψαφίσματι κατακεχωρισμένοις. περὶ δὲ τούτων δεδό- | |
χθαι Πολυρρηνίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἀποκρίνασ- | |
θαι Τηίοις διότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ δίδο- | |
10 | ται τῶι θεῶι [παρ’ ἁ]μῶν τάν τε πόλιν καὶ τὰν χώραν ἀνιέμεν |
ἱερὰν καὶ ἄσυλον νῦν τε καὶ εἰς τὸν ἅπαντα χρόνον. ἦμεν δὲ | |
καὶ [πάνσι τ]οῖς ἐν Τέῳ ἀσφάλειαν καὶ κατὰ γᾶν καὶ κατὰ | |
[θάλασσ]αν ἐ[ς] τὸν ἅπαντα χρόνον. ἔρρωσθε. |