[ ] Kos Isl. — Halasarna (Kardamaina) — 2nd c. BC — cf. ASAA 41-42 (1963-64) 156-157 — PdP 46 (1991) 135-140
See also:
1 ἐπὶ μονάρχου Φιλίσκου, μηνὸς Πανάμου ὀγδᾶι
ἐξ εἰκάδος· ναποῖαι εἶπαν Νίκαρχος Τεισία, Ἀρίσ-
των Χαρμύλου, Φιλωνίδας Διδυμάρχου· ἐπειδὴ Ὀνά-
σανδρος Ὀνησίμου ἰατρὸς μαθὼν παρὰ Ἀντιπάτρωι
5 τῶι Διοσκουρίδα {ι} τὰν τέχναν, καθ’ ὃν ὁ διδάσκαλος
αὐτοῦ καιρὸν ἐδαμοσίευε παρ’ ἁμεῖν, συνὼν ἐκείνῳ
τάν τε ἀναστροφὰν ἐποι̣εῖτο ποτὶ πάντας ἄλυπον
τοῖς τε ποτιδεηθεῖσι τῶν δαμοτᾶν ἀπαράκλητος πα-
ρείχετο τὰν ἀπὸ τᾶς τέχνας χρείαν· κατασταθεὶς
10 δὲ καὶ ὑπηρέτας ἐφ’ ἔτη καὶ πλείονα ἀπόδειξιν ἐποι-
ήσατο πολλῶι μᾶλλον τᾶς τε κατὰ τὰν τέχναν
ἐμπειρίας καὶ τᾶς κατὰ τὸν βίον εὐταξίας, οὔτε κα-
κοπαθίαν οὔτε δαπάναν οὐδεμίαν ὑφορώμενος ἐ-
ξ ὧν ἤμελλέν τι τῶν συμφερόντων τοῖς δαμόταις ἐλ-
15 λειψεῖν· ταγέντος δὲ καὶ τοῦ διδασκάλου αὐτοῦ ἐπὶ τὸ κα-
τὰ πόλιν ἔργον, Ὀνάσανδρος κρίνας καὶ αὐτὸς συνλειτουρ-
γεῖν πρᾶτον τῶι διδάξαντι ὑπηρετῶν ἐκείνωι, καὶ πολ-
λῶν ἐπιδεηθέντων αὐτοῦ τῶν δαμοτᾶν διὰ τὸ πρότε-
ρον ἐπεγνώκεν τὰν ὑπάρχουσαν περὶ αὐτῶν κατά τε τὰν
20 τέχναν ἐμπειρίαν καὶ τὰν κατὰ τὸν βίον ἀναστροφάν, πᾶ-
σιν ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν παρείχετο βοαθῶν καὶ
παραίτιος γινόμενος ὅσον ἐφ’ ἑαυτῶ<ι> τᾶς σωτηρίας, καθότι
μάλιστα αὐτοὶ τοὶ ποτιδεηθέντες αὐτοῦ ἐπεγνώκαντι·
κρίνας δὲ καὶ καθ’ ἑαυτὸν ἀνοῖξαι ἰατρεῖον καὶ ἰδιωτεύεν κα-
25 τὰ πόλιν, καί τινων τῶν χρωμένων αὐτῶι συντάξεις φερόν-
των ὅμως παρ’ οὐθενὸς τῶν δαμοτᾶν ὅσοι ποτιδεδέηνται
αὐτοῦ χάριν τᾶς κατὰ τὰν ἰατρικὰν τέχναν ἐμπειρίας
οὔτε μισθὸν πέπρακται οὔτε σύνταξιν ὑπομεμένει̣-
κεν λαμβάνειν καίτοι γ’ ἱκανὸν δυνάμενος ἀπὸ τῶν
30 τοιούτων περιποιήσασθαι διάφορον διὰ τὸ πολλὸς
τῶν χρωμένων αὐτῶι τῶν δαμοτᾶν καὶ ἐν ἀρρωστί-
αις ἐπισφαλέσι γεγόνεν καὶ ἐν θεραπεύμασιν παρα-
δόξοις, ἀλλ’ ἀεί ποκα τιθέμενος ἐν ἐλάσσονι τὸ ἴδιον
λυσιτελὲς πᾶσιν ἐκτενῆ καὶ πρόθυμον παρέσχηται
35 αὑτὸν βοαθὸν ἔν τε τῶι λοιπῶι βίωι ἄλυπον ἑαυ-
τὸν τετήρηκεν ποτὶ πάντας καὶ ἄξιον οὐ μόνον
[τ]οῦ ἐπιταδεύματος, ἀλλὰ καὶ τᾶς ποτὶ τὸς δαμό-
[τα]ς εὐνοίας· ὅπως οὖν καὶ τοὶ δαμόται φαίνωνται
[μὴ] μόνον τῶν πολιτᾶν τὸς ἀγαθὸς καὶ εὐνο<ϊ>κῶς δι-
40 [ακει]μένος ποθ’ αὑτὸς τιμῶντες, ἀλλὰ καὶ τῶν παροί-
[κων τ]ὸς ἐκτενῶς καὶ φιλοτίμως ἐμ παντὶ καιρῶι ποτὶ
[τὸ πλ]ῆθος ποτιφερομένος Ὀνάσανδρός τε τιμα-
θεὶς ταῖς καταξίαις τιμαῖς πολὺ προθυμότερον ἑ[αυ]-
τὸν παρέχηται ἐς τὸς δαμότας· ἀγαθᾶι τύχαι· δεδό-
45 χθαι τῶι δάμωι τῶι Ἁλασαρνιτᾶν ἐπαινῆσθαι Ὀνάσ[αν]-
δρον Ὀνησίμου ἰατρὸν ἐπί τε τᾶι αἱρέσει ἇι ἔχει ποτ[ὶ πάν]-
τας τὸς δαμότας καὶ κατὰ τὰν ἰατρικὰν τέχναν ἐ[μ]-
πειρίαι· ἦμεν δὲ αὐτῶι καὶ μετουσία<ν> πάντων τῶν ἱερῶ[ν]
ὧν μέτεστι καὶ τοῖς δαμότας· τοὶ δὲ ναποῖαι [τελεσάντω]
50 ἔς τε τὰν στάλαν καὶ τὰν ἀναγραφὰν ἀπὸ τῶν ὑπαρχόντων
τοῖς θεοῖς χρημάτων καὶ ἀναθέντωσαν ἐς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος παρὰ τὰν στάλαν τὰν Ἀντιπάτρου τοῦ διδασ-
κάλου αὐτοῦ· ψᾶφοι ταὶ κυροῦσαι τὰν γνώμαν τῶν ναποιᾶν
στερεαί· v διακόσιαι τεσσαράκοντα ὀκτώ· ἐναντία
55 οὐδεμία. vacat
Search Help
Contact Us