[ ] Rhodos Isl. — Kamiros — 3rd c. BC
1 [— — — — — — — — — — — δεδόχθαι]
Καμ̣ι̣ρ̣ε̣ῦ̣σι στεφανῶσαι καὶ [ἐπαινέ]-
σαι Παναίτιον Σίμου Κυμισαλῆ· δό̣[ν]-
τος δὲ τοῦ δάμου, ὁ ἀγωνοθέτας στε-
5 φανωσάτω αὐτὸν καὶ ἀναγορευσά-
τω Διονυσίοις ἐν τῶι ἀγῶνι τῶν κυκλί-
ων τᾶι πράται̣ ἁ̣μ̣έ̣ρ̣α̣ι̣ ὅτι Καμιρέων
τὸ κοινὸν ἐπαινεῖ καὶ στεφανοῖ Παναί-
τιον Σίμου, λέγων τὰς πράξεις ἐφ’ αἷς
10 αἰτεῦντα̣ι̣ Καμιρεῖς στεφανῶσαι αὐ-
τὸν τὰς̣ ἐ̣ν̣ τ̣ῶ̣ι̣δε τῶι ψαφίσματι γε-
γραμμένας· στεφανωσάτω δὲ αὐτὸν
καὶ ὁ δαμιοργὸς ὅς κα γένηται μετὰ
Σῖμον ἐν Καμίρωι Παναθηναίοις ἐν
15 τῶι ἀγῶνι τῶι γυμνικῶι καὶ ἀναγο-
ρευσάτω κ̣α̣θ̣ά̣π̣ε̣ρ τὸν ἀγωνοθέταν
γέγραπται, τ̣ὸ̣ν̣ δ̣ὲ στέφανον ἀνα-
θέτω ἐς τὸ ἰερὸν τᾶς Ἀθάνας.
αἱρέθεν [— — —] Ἀριστοκράτης
20 Ἀριστοτέλευς, Σωκλῆς Κλεωνύμου,
Ἀρίστανδρος Σίμου, Ῥοδοκλῆς Θεστία,
Εὔθεμις Χαριδάμου.
Search Help
Contact Us