[ ] Rhodos Isl. — Rhodos — ca. 40-30 BC
1        Παυσανίαν Λέοντος
[νι]κάσαντα Ἁλίεια παῖδας πάλαν, καὶ τριηραρχήσαντα
[δι]κρότου, καὶ φυλαρχήσαντα φυλᾶς Λινδίας, καὶ νικάσαντα
[ἐ]πιτάφια, καὶ στρατευσάμενον ἔν τε τοῖς ἀφράκτοις καὶ
5 [τ]αῖς καταφράκτοις ναυσί, καὶ στεφανωθέντα ὑπὸ τῶν
[σ]υστρατευσαμένων, καὶ τριηραρχήσαντα ἀφράκτου, καὶ
[γ]υμνασιαρχήσαντα νεωτέρων, καὶ στεφανωθέντα ὑπὸ τᾶν
[σ]υναρ[χιᾶν], ἁ βουλὰ ἁ βουλεύσασα τὰν χειμερινὰν ἑξάμηνον,
              [ἐπ’ ἰε]ρέως Ἀστυ[μή]δευς. θεοῖς.
Search Help
Contact Us