[ ] Rhodos Isl. — Lindos — ca. 250 AD
1 οἱ ἰερεῖς τᾶς Ἀθάνας τᾶς Λινδίας καὶ
 τοῦ Διὸς τοῦ Πολιέως καὶ μαστροὶ
 καὶ Λίνδιοι Τιβ(έριον) Κλα(ύδιον) Δράκοντα Ἑρμεία
 τὸν κράτιστον καὶ Κλα(υδίαν) Σωσιπάτραν
5  Ἑρμεία τὰν κρατίσταν Παγί(αν), τᾶς πο-
 τὶ τὰν θεὸν εὐσεβείας.
                     vacat
7              θεοῖς.
                          vacat
8    τᾶς ἀναστάσεως ἐπεμελήθησαν
  οἱ περὶ Τί(τον) Φλα(ύιον) Νικασίμαχον Σεραπίωνος
10                     ἰεροταμίαι.
Search Help
Contact Us