[ ] Rhodos Isl. — Lindos — ca. 9 BC
1 [— — — — — — — — — — — — — — —]
ἰερίαν Ἀθάνας Λινδίας καὶ Ἀρτάμιτος
 Περγαίας στεφανωθῖσαν ὑπὸ τᾶν βουλᾶν
πλεονάκις χρυσέοις στεφάνοις καὶ
5  προσώπων ἀργυρέων καὶ ἀνδριάντων
χαλκέων ἀναθέσεσι, στεφανωθῖσαν δὲ καὶ
 ὑπὸ μαστρῶν πλεονάκις· Νικασίμαχος
Δαρδάνου Βράσιος τὰν ματέρα,
 Νίκασσα Ἀγλωχάρτου Καμυνδία
10 τὰν τοῦ ἀνδρὸς ματέρα, Νικασίμαχος καὶ
 Ἀγλώχαρτος καὶ Ἀντιπάτρα καὶ
Ἁγησικλείτα καὶ Νίκασσα Νικασιμάχου
Βράσιοι τὰν μαῖαν εὐνοίας ἕνεκα
 τᾶς ἰς αὐτάν.
15              θεοῖς.
Search Help
Contact Us