[ ]
Rhodos Isl. — Lindos — after 156 BC
1 | πρὶμ μέν τοι γενέτας ἐπιβώμια θ[ύ]ματα, Παλλάς, |
ὡς θέμις, εὐιέρων ἐντὸς ἔλαμψ̣[ε δ]όμων, | |
τρισσοὶ δ’ ἁμὲς ἔπειτα συναίμον[ες] οἷς τόδε μούνοις | |
ὤπασας ἃ Λίνδου σεμνὸν ἔχεις σ[κ]όπελον. | |
5 | Βάκχου δ’ ἁβροκίτωνος {²⁶ἁβροχίτωνος}²⁶ Ἀλεξάν[δρ]ου τ’ ἐν ἀέθλοις |
δισσὰ χοραγεσίας ἐκφερόμα[ν σ]τ̣έφεα | |
πατρὸς Πυθαγόρα Λυσίστρατος· ἄ[φθο]να δ’ ἀστοῖς | |
μοῦνος πανδάμου δαιτὸς ἔνε̣[ιμ]α γέρα. | |
στᾶσε δέ με κλεινὰ πρύτανιν Ῥό[δος] ἡδ’ ἐπὶ βουλᾶς | |
10 | γράμμασι καὶ τιμὰν ἔσχον ἀγωνο[θετε]ῖν. |
τοὔνεκα κυδαίνοι τις ἑὰν πόλιν· ο[ἶ]δ̣ε γὰρ ἐσθλοῖς | |
πατρὶς ἀειμνάστους ἀντινέμειν̣ χάριτας. |