[ ] Rhodos Isl. — Lindos — ca. 200-170 BC
1 παῦρομ μὲγ γυίοισιν ἀτὰρ βεβριθότα πάντ<α>ι,
Λυσία, Ἀλκείδαν τεῦξας ἐπιπρεπέως
οἰνοβαρῆ πεπτῶτα δορᾶς ἐφύπερθε λέοντος
Λινδούχωι δῶρομ προσφιλὲς ἐγρεμάχαι,
5 ἔκγονε Πυρράνδροιο· σὲ δ’ ἐμ πλάσταις ἀρίσαμον
ἁ πολυαύχητος πατρὶς ἔδειξε Χῖος.
Search Help
Contact Us