[ ] Africa Proc. — Carthago — 2nd/3rd c. AD — cf. Add. 421,241 — CIL 8.12511 — IGRR 1.944
1   {²litterae et signa magica
Σεμεσιλαμ δαματαμενευς λησθνα {⁵λησννα}⁵
λλελαμ[—]λαικαμ ερμουβελη ιακουβιαι ωερβηθ
ιωπακερβηθ ηωμαλθαβηθ αλλασαν καταρα, ἐξορκί-
5 ζω ὑμᾶς κατὰ τῶν μεγάλων ὀνομάτων ἵνα
καταδήσητε πᾶν μέλος καὶ πᾶν νεῦρον Βικτωρικοῦ
[ν] ἔτεκεν [γ]ῆ μήτηρ παντὸς ἐνψύχου, τοῦ ἡνιόχου τοῦ
βενέτου, καὶ τῶν ἵππων αὐτοῦ ὧν μέλλι ἐλαύνιν, Σεκουν-
δινοῦ Ἰούβενιν καὶ Ἀτ̣βοκᾶτον καὶ Βούβαλον, καὶ Βικτωρικοῦ
10 Πομπηϊανοῦ καὶ Βαϊανοῦ καὶ Βίκτορος καὶ Ἐξιμίου, κα-
ὶ τῶν Μεσσαλῶν Δομινάτορα, καὶ ὅσοι ἐὰν συνζευχθῶ-
σιν αὐτοῖς· κατάδησον αὐτῶν τὰ σκέλη καὶ τὴν ὁρμὴν καὶ
τὸ πήδημα καὶ τὸν δρόμον, ἀμαύρωσον αὐτῶν τὰ
ὄμματα ἵνα μὴ βλέπωσιν, στρέβλωσον αὐτῶν
15 τὴν ψυχὴν καὶ τὴν καρδίαν ἵνα μὴ [π]νέωσιν. ὡς οὗτ-
ος ὁ ἀλέκτωρ καταδέδεται τοῖς ποσὶ καὶ ταῖς χερσὶ {τ} καὶ τῇ
κεφαλῇ, οὕτως καταδήσατ[ε] τὰ σκέλη καὶ τὰς χῖρας καὶ τὴν
κεφαλὴν καὶ τὴν καρδίαν Βικτωρικοῦ τοῦ ἡνιόχου τοῦ βενέ-
του ἐν τῇ αὔριν ἡμέρᾳ καὶ τοὺς ἵππους οὓς μέλλι ἐλα-
20 ύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βού-
βαλον καὶ Λαυριᾶτον, καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ
Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίου[μ], καὶ τῶν Μεσσάλης
Δομινᾶτον, καὶ ὅσοι ἐὰν αὐτοῖς συνζευχθῶσιν. [ἔ]τι ἐ-
ξορκίζω ὑμᾶς κατὰ τοῦ ἐπάν[ω] τοῦ οὐρανοῦ θεοῦ,
25 τοῦ καθημένου ἐπὶ τῶν Χερουβι, ὁ διορίσας τὴν γῆν
καὶ χωρίσας τὴν θάλασσαν, Ιαω αβριαω αρβαθιαω
26a σαβαω
27 αδωναϊ, ἵνα καταδήσητε Βικτωρικ{τ}ὸν {²⁶Βικτωρικὸν}²⁶ τὸν ἡνί-
οχον τοῦ βενέτου καὶ τοὺς ἵππους οὓς μέλλι ἐλαύνιν,
Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτουοκᾶτον καὶ Βικτωρικοῦ
30 Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ,
καὶ τῶν Μεσσάλης Δομ[ι]νᾶτον, ἵνα ἐπὶ νείκην μ[ὴ]
ἔλ[θωσι]ν ἐν τῇ αὔρι(ο)ν ἡμέρᾳ ἐν τῷ κίρκῳ· ἤδη ἤδη,
ταχὺ τα[χύ].
         {²litterae et signa magica
left margin.1 signa magica
right margin.1 signa magica
Search Help
Contact Us