IGUR I 240
[ ] Italia — Roma — ca. 200 AD — IG XIV 1102 — IAG 79 — cf. SEG 55.1061
face a, front.1 Μ(άρκου) ∙ Αὐρηλίου ∙ Δημητρίου ∙ ἀρχιερέως ∙ τοῦ σύνπαντος
ξυστοῦ ∙ διὰ βίου, ξυστάρχου ∙ καὶ ∙ ἐπὶ ∙ βαλανείων ∙ τοῦ ∙ Σεβαστ[οῦ],
Ἀλεξανδρέως ∙ Ἑρμοπολείτου ∙ πανκρατιαστοῦ ∙ περιοδον[είκου],
παλαιστοῦ ∙ παραδόξου ∙υ∙ἱὸς ∙ Μάρκος ∙ Αὐρήλιος
5 Ἀσκληπιάδης ∙ ὁ καὶ ∙ Ἑρμόδωρος ∙ ὁ πρεσβύτατος ∙ τῶν νεω-
κόρων ∙ τοῦ μεγάλου ∙ Σαράπιδος ∙ ὁ ἀρχιερεὺς ∙ τοῦ ∙ σύνπαντος
ξυστοῦ ∙ διὰ βίου ∙ ξυστάρχης ∙ καὶ ∙ ἐπὶ βαλανείων ∙ τοῦ Σεβαστοῦ,
Ἀλεξανδρεύς ∙ Ἑρμοπολείτης ∙ Ποτιολανός ∙ Νεαπολείτης καὶ
Ἠλεῖος ∙ καὶ ∙ Ἀθηναῖος ∙ βουλευτὴς ∙ καὶ ∙ ἄλλων πόλεων ∙ πολλ̣ῶν
10 πολείτης ∙ καὶ ∙ βουλευτής ∙ πανκρατιαστὴς ∙ περιοδονείκης ∙ ἄλειπτος,
ἀσυνέξωστος ∙ ἀνέκκλητος ∙ ὅσους ποτὲ ἀγῶνας ∙ ἀπεγραψάμην
πάντας ∙ νεικήσας ∙ μήτε ∙ ἐκκαλέσαμενος ∙ μήτε ∙ ἑτέρου ∙ κατ’ ἐμοῦ ∙ τολμή-
σαντος ∙ ἐκκαλέσασθαι ∙ μήτε συστεφανωθεὶς ∙ μήτε ∙ ἐπεξελθὼν μήτε π̣αραι-
τησάμενος ∙ μήτε ∙ ἀγῶνα ∙ παραλιπὼν ∙ μήτε κατὰ χάριν ∙ βασιλικὴν ∙ ἀγῶνα
15 ἔχων ∙ μηδὲ ∙ καινὸν ∙ ἀγῶνα ∙ νεικήσας ∙ ἀλλὰ ∙ πάντας οὕς ποτε ∙ ἀπεγρα-
ψάμην ἐν αὐτοῖς ∙ τοῖς ∙ σκάμμασιν ∙ στεφανωθεὶς ∙ καὶ ∙ ταῖς ∙ προπείραις̣
τούτων ∙ πάσαις ∙ δοκιμασθείς ∙ ἀγωνισάμενος ∙ ἐν ἔθνεσιν ∙ τρισίν ∙ Ἰταλίᾳ,
Ἑλλάδι ∙ Ἀσίᾳ ∙ νεικήσας ∙ ἀγῶνας ∙ τοὺς ∙ ὑπογεγραμμένους ∙ πάντας ∙ πανκρα-
τίου ∙ Ὀλύμπια τὰ ἐν Πείσῃ ∙ σμ ∙ ὀλυμπιάδι ∙ Πύθια ἐν Δελφοῖς ∙ Ἴσθμια δίς,
20 Νέμεα ∙ δίς ∙ τὸ δεύτερον ∙ στήσας ∙ τοὺς ∙ ἀνταγωνιστάς ∙ καὶ ∙ τὴν ἀσπίδα Ἥρας ΕΜ
ΜΙ ∙ Καπετώλια ∙ ἐν Ῥώμῃ ∙ δίς ∙ τὸ ∙ δεύτερον ∙ μετὰ πρῶτον κλῆρον ∙ στήσας
τοὺς ἀνταγωνιστάς ∙ Εὐσέβεια ∙ ἐν Ποτιόλοις ∙ δίς ∙ τὸ δεύτερον ∙ μετὰ δεύτερον̣
κλῆρον ∙ στήσας ∙ τοὺς ἀνταγωνιστάς ∙ Σεβαστὰ ἐν Νεαπόλι ∙ <δίς>, τὸ δεύτερον μετὰ̣
δεύτερον ∙ κλῆρον στήσας τοὺς ∙ ἀνταγωνιστάς ∙ Ἄκτια ∙ ἐν Νεικοπόλι δίς ∙ τὸ δε-
25 τερον στήσας ∙ τοὺς ἀνταγωνιστάς ∙ Ἀθήνας ∙ ε ∙ Παναθήναια ∙ Ὀλύμπεια ∙ Πανελ-
λήνια ∙ Ἁδριάνια ∙ δίς ∙ Ζμύρναν ∙ ε ∙ κοινὰ ∙ Ἀσίας δίς ∙ τὸ δεύτερον ∙ στήσας
τοὺς ἀνταγωνιστάς ∙ ὁμοίως ∙ ἐν Ζμύρνῃ ∙ Ὀλύμπια καὶ Ἁδριάνια ∙ Ὀλύμπια·
Πέργαμον ∙ Αὐγούστεια ∙ τρίς ∙ τὸ δεύτερον ∙ ἐξ ἀρχῆς στήσας τοὺς ἀνταγωνιστ[άς],
face b, right.29 τὸ τρίτον μετὰ πρῶτον κλῆρον στήσας τοὺς
30 ἀνταγωνιστάς· Ἔφεσον τρίς, Ἁδριάνια, Ὀλύμ-
πια, Βαρβίλληα, μετὰ πρῶτον κλῆρον στήσας
τοὺς ἀνταγωνιστάς· Ἐπίδαυρον Ἀσκλήπεια· Ῥόδον
 Ἅλεια· Χρυσάνθινα ἐν Σάρδεσιν, καὶ θεματεί-
τας πλείονας, ἐν οἷς Εὐρύκλεια ἐν Λακεδαίμονι
35 καὶ Μαντίνιαν καὶ ἄλλους. ἀθλήσας τὰ πάντα ἔτη
 ἕξ, παυσάμενος τῆς ἀθλήσεως ἐτῶν ὢν κε
διὰ τοὺς συνβάντας μοι κινδύνους καὶ φθό-
νους καὶ μετὰ τὸ παύσασθαι μετὰ πλείονα χρόνον
ἀνανκασθεὶς ἐν τῇ πατρίδι Ἀλεξανδρείᾳ καὶ
40 νεικήσας Ὀλύμπια πανκράτιον
    Ὀλυμπιάδι ἕκτῃ.
Search Help
Contact Us