[ ] Italia — Roma — 140 AD — IG XIV 1051
1 Αὐτοκράτορι Καίσαρι
[θε]οῦ Ἁδριανοῦ υἱῷ, [θε]οῦ
Τραιανοῦ Παρθικοῦ υἱωνῷ, [θε]οῦ
Νέρουα ἐκγόνῳ, Τίτῳ Αἰλίῳ Ἁδριανῷ
5 Ἀντωνείνῳ Σεβαστῷ Εὐσεβεῖ
ἀρχιερεῖ μεγίστῳ, δημαρχικῆς ἐξουσίας
τὸ γʹ, ὑπάτῳ τὸ γʹ, π(ατρὶ) π(ατρίδος), τῷ εὐεργέτῃ καὶ
σωτῆρι Ἁδριανῆς Μοψουεστίας τῆς
Κιλικίας, ἱερᾶς καὶ ἐλευθέρας καὶ ἀσύλου
10 καὶ αὐτονόμου καὶ φίλης καὶ συμμάχου
Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος διὰ τῆς
θείας αὐτοῦ δικαιοδοσίας βέβαια
τηρήσαντος αὐτῇ τὰ ἐξ ἀρχῆς δίκαια.
Search Help
Contact Us